Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/301

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ται τὴν ἀλκήν, καὶ τούτῳ θαρρεῖ, καὶ ἐπιβουλεῦον μὲν χρῆται ὡς ὅπλῳ, κινδυνεῦον δὲ ὡς ἀμυντηρίῳ. ὁ γοῦν ξιφίας ἀμύνεται τῷ ῥύγχει ὡς ξίφει, ἔνθεν τοι καὶ κέκληται· ἡ δὲ τρυγὼν τῷ κέντρῳ, ἡ δὲ μύραινα τοῖς ὀδοῦσι, καὶ μάλα γε εἰκότως· ἔχει γὰρ αὐτῶν διστοιχίαν.

41 Οἱ μὲν μῦς οἱ κατὰ τὴν οἰκίαν δειλὸν καὶ ἀσθενὲς ζῷόν εἰσι, καὶ φοβοῦνται κτύπον, καὶ τὴν γαλῆν πεφρίκασι κρίξασαν· δειλοὶ δὲ καὶ οἱ ἀρουραῖοι. τῶν γε μὴν οἰκετῶν θρασύτεροι οἱ θαλάττιοι. μικρὸν μὲν αὐτῶν τὸ σῶμα, τόλμα δὲ ἄμαχος· καὶ θαρροῦσι δύο ὅπλοις, δορᾷ τε εὐτόνῳ καὶ ὀδόντων κράτει· μάχονται δὲ καὶ τοῖς ἰχθύσι τοῖς ἁδροτέροις καὶ τῶν ἁλιέων τοῖς μάλιστα θηρατικοῖς.

42 Τῆς τῶν ὡρῶν μεταβολῆς ἔχουσιν αἰσθητικῶς οἱ θύννοι καὶ ἴσασι τροπὰς ἡλίου ὀξύτατα, καὶ δέονται τῶν τὰ οὐράνια εἰδέναι δεινῶν οὐδὲ ἕν. ὅπου γὰρ ἂν αὐτοὺς χειμῶνος ἀρχὴ καταλάβῃ, ἐνταῦθα ἡσυχάζουσί τε καὶ ἀτρεμοῦσιν ἀγαπητῶς, καὶ καταμένουσιν ἐς τὴν ἐπιδημίαν τῆς ἰσημερίας. καὶ τεκμηριοῖ Ἀριστοτέλης τοῦτο. ὅτι δὲ τῷ ἑτέρῳ τῶν ὀφθαλμῶν ὁρῶσι, τῷ δὲ ἄλλῳ οὐκέτι, καὶ Αἰσχύλος ὁμολογεῖ λέγων

τὸ σκαιὸν ὄμμα παραβαλὼν θύννου δίκην.

παρίασί τε ἐς τὸν Πόντον, καὶ κατὰ τὴν δεξιὰν ἑαυτῶν πλευρὰν τὴν γῆν λαμβάνουσι, καθ᾽ ἣν καὶ βλέπουσιν· ἐξιόντες τε αὖ κατὰ τὴν ἀντιπέρας νέουσι τῆς γῆς ἐχόμενοι, τὴν φρουρὰν τὴν τοῦ σώματος κατὰ τὸν ὁρῶντα τῶν ὀφθαλμῶν λαμβάνοντες προμηθέστατα.

43 Τοῖς παγούροις τὸ πρῶτον ἔλυτρον ῥήγνυται, καὶ ὥσπερ οἱ ὄφεις τὸ γῆρας, οὕτω δήπου καὶ οὗτοι τὸ