Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/300

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

37 Φυτοῦ ἑτέρου κλάδος ἐπιφύεται πρέμνῳ, προσήκων οἱ μηδὲ ἓν πολλάκις. τὸ δὲ αἴτιον Θεόφραστος λέγει, φυσικώτατα ἀνιχνεύσας ὅτι τὰ ὀρνύφια τὴν ἄνθην τῶν δένδρων σιτούμενα εἶτα ἐπὶ τοῖς φυτοῖς καθήμενα τὰ περιττὰ ἀποκρίνει. οὐκοῦν τὸ σπέρμα ταῖς κοιλάσι καὶ ταῖς ὀπαῖς αὐτῶν καὶ τοῖς σηραγγώδεσιν ἐμπῖπτον καὶ ἐπαρδόμενον τοῖς ὄμβροις τοῖς ἐξ οὐρανοῦ, εἶτα ἀναφύει ἐκεῖνα ἐξ ὧν ἐβλάστησεν. οὕτω τοι καὶ ἐν ἐλαίᾳ συκῆν κατανοήσεις, καὶ ἐν ἄλλῳ ἄλλο.

38 Φωλεύει δὲ ἐν τοῖς μυχοῖς τῆς θαλάττης τὸ πρόβατον, καὶ οἱ καλούμενοι ἥπατοι, καὶ οὕσπερ οὖν φιλοῦσιν ἁλιεῖς ὀνομάζειν πρέποντας. καὶ μέγιστοι μέν εἰσιν ἰδεῖν τὴν φύσιν, νωθεῖς δὲ τὴν νῆξιν, καὶ εἱλοῦνται περὶ τοῖς φωλεοῖς, ἔνθεν τοι οὐδὲ ἀπολείπουσι τὴν σφετέραν ὑποδρομήν. λοχῶσι δὲ τῶν ἰχθύων τῶν ἀσθενεστέρων τοὺς παρανέοντας. ἀριθμοῖτο δ᾽ ἂν ἐν τούτοις καὶ ὁ ὄνος· δέδοικε δὲ μάλιστα ἰχθύων τὴν τοῦ Σειρίου ἐπιτολὴν οὗτος ὁ ὄνος.

39 Τίκτεται δὲ ἄρα ἐν τοῖς τῶν πυρῶν ληίοις καὶ ταῖς αἰγείροις καὶ ταῖς συκαῖς προσέτι τὸ τῶν κανθαρίδων φῦλον, ὥσπερ οὖν Ἀριστοτέλης λέγει, ἔν γε μὴν τοῖς ἐρεβίνθοις τὸ τῶν καμπῶν, ἐν δὲ τῷ ὀρόβῳ φαλάγγια ἄττα, ἐν δὲ τοῖς πράσοις ἡ καλουμένη πρασοκουρίς. τίκτεται δὲ καὶ ἐν τῇ κράμβῃ σκωλήκων γένος, καὶ ὄνομα αὐτῷ ἐκ τῶν ἠθῶν, ἐν οἶς διαιτᾶται. καλεῖται γοῦν κραμβίς. τίκτει δέ τι καὶ ἡ μηλέα· καὶ διαφθείρει μὲν τοῦτο πολλάκις τὸν καρπὸν τοῦ φυτοῦ τοῦδε, ταῖς δὲ ἔτι τοῦ τίκτειν ἐχούσαις ὥραν γένοιτο ἂν καὶ ἐς κύησιν ἀγαθόν. καὶ τὸν τρόπον ἐρεῖ ἄλλος.

40 Οἶδε δὲ ἄρα τῶν ζῴων ἕκαστον ἐν ᾧ μέρει κέκτη-