Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/299

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

πλεῖ μὲν δὴ τὸν τρόπον τοῦτον ἀδεὴς ὤν· ἐὰν μέντοι φοβηθῇ τι τῶν ἁδροτέρων, βυθίσας τὴν κόγχην ἐπλήρωσε, καὶ κατώλισθεν ἐκ τοῦ βάρους, καὶ ἑαυτὸν ἀφανίσας τὸν ἐχθρὸν ἀπέδρα. εἶτα ἐν εἰρήνῃ γενόμενος ἀνέθορέ τε καὶ πλεῖ πάλιν. καὶ ἐκ τούτων ἔχει τὸ ὄνομα.

35 Ἐς τριακοσίας ὀργυιάς φασιν ἀνθρώποις κάτοπτα εἶναι τὰ ἐν τῇ θαλάττῃ, περαιτέρω γε μὴν οὐκέτι. εἴτε δὲ ὑπονέουσιν ἰχθύες ἔτι εἴτε καὶ θηρία, ἢ εἰ καὶ τούτοις μὲν ἄβατά ἐστι, θεοὶ δὲ θαλάττιοι καὶ ἐνάλιοι δαίμονες εἰλήχασι τὸν χῶρον καὶ μέντοι καὶ ὁ τῆς ὑγρᾶς οὐσίας δεσπότης, οὔτε ἐγὼ πολυπραγμονῶ οὔτε ἄλλος λέγει.

36 Ἦν δὲ ἄρα πέτραις ἠθὰς καὶ ἐν ταύταις νεμόμενος γένος κεστρέως ἰχθύς, καὶ ἰδεῖν ξανθός ἐστι. διαρρεῖ δὲ ἄρα ὑπὲρ αὐτοῦ διπλοῦν ὄνομα· οἳ μὲν γὰρ ἄδωνιν καλοῦσιν, οἳ δὲ ἐξώκοιτον. ὅταν γάρ τοι τὸ κῦμα ἐν τοῖς ὑπευδίοις καὶ γαληνοῖς πραϋνθῇ, τηνικαῦτα ἑαυτὸν ἐξοκέλλει, τοῦ κύματος ἐποχούμενος τῇ ὁρμῇ, καὶ κατὰ τῶν πετρῶν ἁπλοῖ, καὶ καθεύδει βαθὺν καὶ εἰρηναῖον εὖ μάλα τὸν ὕπνον. καὶ ἐκ μὲν τῶν ἄλλων ἁπάντων ἔνσπονδα ὥς ἐστίν οἱ καλῶς οἶδε, πέφρικε δὲ τοὺς ὄρνιθας ὅσοι θαλάττης ἔντροφοι καί εἰσι καὶ νομίζονται. ἐὰν οὖν ἐκείνων ἐπιφανῇ τις, ὃ δὲ ἀναπάλλεται καὶ πηδᾷ χορείᾳ τινὶ φυσικῇ καὶ ὀρχήσει ὡς ἂν εἴποις μάλα ἀπορρήτῳ, ἔστ᾽ ἂν ἀπὸ τῆς πέτρας ἐξαλλόμενος εἶτα ἐμπεσὼν τοῖς κύμασι σωθῇ. Ἄδωνιν δ᾽ ἐθέλουσι λέγειν αὐτόν, ἐπεὶ καὶ γῆν καὶ θάλατταν ἔχει φίλην, τῶν πρώτων ἐμοὶ δοκεῖν θεμένων τὸ ὄνομα αἰνιξαμένων ἐς τὸν τοῦ Κινύρου παιδὸς βίον τὸν διῃρημένον δύο δαίμοσι, τῆς μὲν ὑπὸ γῆς, τῆς δὲ ἄνω γῆς ἐρώσης αὐτοῦ.