Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/298

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

Ἐπίδαυρον ἦλθε, καὶ ἐδεῖτο τοῦ θεοῦ ἐξάντης γενέσθαι τοῦ συνοίκου πάθους. οὐ παρῆν ὁ θεός· οἱ μέντοι ζάκοροι κατακλίνουσι τὴν ἄνθρωπον ἔνθα ἰᾶσθαι ὁ θεὸς εἰώθει τοὺς δεομένους. καὶ ἡ μὲν ἄνθρωπος ἡσύχαζε προσταχθεῖσα, οἵ γε μὴν ὑποδρῶντες τῷ θεῷ τὰ ἐς τὴν ἴασιν αὐτῆς ἐποίουν, καὶ τὴν κεφαλὴν μὲν ἀπὸ τῆς δέρης ἀφαιροῦσι, καθίησι δὲ τὴν χεῖρα ὁ ἕτερος, καὶ ἐξαιρεῖ τὴν ἕλμινθα, θηρίου μέγα τι χρῆμα. συναρμόσαι δὲ καὶ ἀποδοῦναι τὴν κεφαλὴν ἐς τὴν ἀρχαίαν ἁρμονίαν οὐκ ἐδύναντο οὐκέτι. ὁ τοίνυν θεὸς ἀφικνεῖται, καὶ τοῖς μὲν ἐχαλέπηνεν ὅτι ἄρα ἐπέθεντο ἔργῳ δυνατωτέρῳ τῆς ἑαυτῶν σοφίας· αὐτὸς δὲ ἀμάχῳ τινὶ καὶ θείᾳ δυνάμει ἀπέδωκε τῷ σκήνει τὴν κεφαλήν, καὶ τὴν ξένην ἀνέστησε. καὶ οὔ τι που, ὦ βασιλεῦ καὶ θεῶν φιλανθρωπότατε Ἀσκληπιέ, ἀβρότονον ἔγωγε ἀντικρίνω τῇ σοφίᾳ τῇ σῇ· μὴ μανείην ἐς τοσοῦτον· ἀλλὰ ἐπελθὸν ἐμνήσθην εὐεργεσίας τε σῆς καὶ ἰάσεως ἐκπληκτικῆς. ὡς δὲ καὶ ἥδε ᾑ πόα σὸν δῶρόν ἐστιν οὐδὲ ἀμφιβάλλειν χρή.

34 Ὁ δὲ ναυτίλος πολύπους ἐστὶ καὶ αὐτός, καὶ κόγχην μίαν ἔχει. ἀναπλεῖ μὲν οὖν τὴν κόγχην στρέψας περὶ τὰ κάτω, ἵνα μὴ τῆς ἅλμης ἀρύσηται καὶ ὠθήσῃ αὖθις αὑτόν· γενόμενος δὲ ἐπὶ τοῖς κύμασιν, ὅταν μὲν ᾖ γαλήνη καὶ εἰρήνη πνευμάτων, στρέφει τὴν κόγχην ὑπτίαν ῾ἣ δὲ ἐπιπλεῖ δίκην πορθμίδοσ᾽ καὶ παρεὶς δύο πλεκτάνας ἐντεῦθέν τε καὶ ἐκεῖθεν καὶ ὑποκινῶν ἡσυχῆ ἐρέττει τε καὶ προωθεῖ τὴν συμφυῆ ναῦν. εἰ δὲ εἴη πνεῦμα, τοὺς ἐρετμοὺς μὲν τοὺς τέως προτείνας μακροτέρους οἴακας ἐργάζεται, ἄλλας δὲ ἀνατείνας πλεκτάνας, ὧν μέσος χιτών ἐστι λεπτότατος, τοῦτον διαστήσας ἱστίον αὐτὸν ἀποφαίνει.