Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/297

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ταῖς ἰέναι κατὰ στίβον τὸν ἑαυτοῦ καὶ ῥᾳδίως τὴν κοίτην ἔνθα ἀναπαύεται καὶ οἰκεῖ σὺν τοῖς σκύμνοις εὑρίσκειν. καὶ ταῦτα μὲν λεόντων ἐστὶν ἴδια δῶρα φύσεως.

31 Ποιμένα μοι νόει νομευτικὴν ἀγαθόν. οὐκοῦν ὁ νομεὺς φιλεῖ μὲν τὰς οἶς, φιλεῖ δὲ καὶ τὰς αἶγας, μισεῖ δὲ λύγγα. νόσημα δὲ τοῦτο ἀνθρώπῳ πολλάκις ἐμπῖπτον, ἄγει δὲ ἡ πλησμονὴ καὶ ταῖσδε τὴν λύγγα. οὐκοῦν πόαν τινὰ ἐχθρὰν τῷ πάθει τῷδε τοΐς τῶν προειρημένων σηκοῖς οἱ νομεῖς παραφυτεύουσι, καὶ ἥδε ἡ πόα ἀνείργει τὸ κακὸν αὐταῖς. λέγουσι δὲ οἱ πεπειραμένοι ὅτι ἄρα καὶ ἀνθρώποις ἐς τὸ αὐτὸ πάθος ἐστὶν ἀγαθὸν ἡ πόα αὕτη.

32 Ὑοσκύαμον καὶ ὀπὸν ὅσοις ἔργον τρυγᾶν, οὗτοι περισκάπτουσι μὲν γύρους καὶ ὑποκινοῦσι τὰς ῥίζας, οὐ μὴν διὰ χειρῶν τῶν σφετέρων ἀνασπῶσιν, ἀλλὰ τῶν ζῴων πτηνὸν ὅ τι οὖν θηράσαντες ἢ πριάμενοι τοῖν ποδοῖν τὸν ἕτερον προσέδησαν τῇ πόᾳ. τὸ δὲ ἰλυσπώμενον εἶτα μέντοι ἀνασπᾷ αὐτήν. καὶ ἔστι λυσιτελῆ ἑκάτερα ἐς ἃ δέονται ἄνθρωποι. εἰ δὲ μὴ ταύτῃ τις ἀνασπάσειεν, ἔχει ἄλλως ὅπερ οὖν οἴεται καλῶς καὶ ἐς δέον θησαύρισμα εἰληφέναι.

33 Τὸ ἀβρότονον ὅσα ἀγαθὰ δρᾷ καὶ ὅπως ὁδοὺς πνεύματι δίδωσι καὶ μέντοι καὶ πνεύμονός ἐστι καθαρτήριον οὐ νῦν λέγειν καιρός· ζῴῳ δ᾽ οὖν πονηρῷ πολέμιόν ἐστι, καὶ ἀναιρεῖ τὴν ἕλμινθα, ἥπερ οὖν ἐπὶ πλέον ἰοῦσα θηρίον γίνεται σπλάγχνοις μὲν ἐντικτόμενον, ἀνθρωπείαις δὲ νόσοις ἐναριθμούμενον, καὶ ταῦτα ταῖς ἄγαν ἀνιάτοις τε καὶ ὑπὸ χειρὸς θνητῆς ἐς ἄκεσιν ἥκειν ἀδυνάτοις. τεκμηριῶσαι τοῦτο καὶ Ἵππυς ἱκανός. ὃ δὲ λέγει ὁ συγγραφεὺς ὁ Ῥηγῖνος, τοιοῦτόν ἐστι. γυνὴ εἶχεν ἕλμινθα, καὶ ἰάσασθαι αὐτὴν ἀπεῖπον οἱ τῶν ἰατρῶν δεινοί. οὐκοῦν ἐς