Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/296

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

δέδοικε δὲ ἄρα τὰ αὐτὰ δάκετα καὶ τὴν καλουμένην λιβανωτίδα πόαν.

27 Θεοφράστου δὲ ἔγωγε ἀκούω καὶ ἐκεῖνα. πόαν τινὰ ἱστορεῖ ὅδε ὁ ἀνήρ, καὶ ὄνομα θηλυφόνον καλεῖ αὐτήν, ἥνπερ οὖν εἴ τις σκορπίῳ κατὰ νώτου θεὶς ἐάσειεν, ὃ δὲ παραχρῆμα αὖός ἐστιν. ὁ δὲ αὐτὸς λέγει τὸν αὐτὸν ἀναστήσεσθαι, εἴπερ οὖν λευκοῦ ἐλλεβόρου καταπάσειας αὐτοῦ. ἐγὼ δὲ ἐπαινῶ μὲν τὸ θηλυφόνον, τὸν δὲ λευκὸν ἐλλέβορον ἥκιστα. τὸ δὲ αἴτιον, μισῶ μὲν σκορπίους, φιλῶ δὲ ἀνθρώπους. Καλλίμαχος δὲ ἄρα ἐν τῇ γῇ τῇ Τραχινίᾳ ᾄδει δένδρον τι φύεσθαι καὶ καλεῖσθαι σμῖλον, ᾧ τὰ ἑρπετὰ γειτνιάσαντα καὶ παραψαύσαντα ἀρχὴν εἶτα ἀποθνήσκει.

28 Τὴν ὗν κρέα ἔχειν τῶν ἄλλων κρεῶν ἡδίω ἐκ πολλοῦ πεπίστευται. καὶ ἐκεῖνο δὲ ἡ πεῖρα διδάσκει καὶ μάλα γε ἐναργῶς. ὅταν ποτὲ σαλαμάνδραν φάγῃ, αὐτὴ μέν ἐστιν ἀπαθής, τούς γε μὴν αὐτῆς γευσαμένους ἀποκτείνει.

29 Εὐφράτης, ὅσπερ οὖν Πάρθων καὶ Σύρων ῥεῖ μέσος, ὅ τι μὲν καὶ ἕτερον τῶν ἄλλων ἔχει ποταμῶν περιττὸν ἐρῶ ἄλλοτε, ὃ δὲ αὐτῷ συνίσασι Πάρθοι τε καὶ Σύροι καὶ ἔστι συμμελὲς τοῖς λόγοις τοῖσδε, τοῦτο εἰρήσεται. πρὸς ταῖς πρώταις ἀνατολαῖς τοῦδε τοῦ ποταμοῦ φύονταί τινες ὄφεις, καὶ μάλα γε ἀνθρώπων ἐχθροί, ἀλλ᾽ οὐ τῶν ἐπιχωρίων καὶ συντρόφων, τῶν δὲ ξένων καὶ προσηκόντων οὐδὲ ἕν. καὶ τιμῶνταί γε τὴν ἐπιδημίαν θανάτου αὐτοῖς.

30 Λέων ὅταν βαδίζῃ, οὐκ εὐθύωρον πρόεισιν, οὐδὲ ἐᾷ τῶν ἰχνῶν ἑαυτοῦ ἁπλᾶ εἶναι τὰ ἰνδάλματα, ἀλλὰ πῆ μὲν πρόεισι, πῆ δὲ ἐπάνεισι, καὶ αὖ πάλιν τοῦ πρόσω ἔχεται, καὶ μέντοι καὶ ἵεται ἐς τοὔμπαλιν. εἶτα προφορεῖται τὴν ὁδόν, καὶ ἀφανίζει τοῖς θηρα-