Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/293

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

οὔτε τῶν ἔνδον· ἐὰν δὲ ἐς ὕδωρ κατενεχθῇ, δυσῶδες ἀπέφηνε τὸ ὕδωρ, καὶ κακοσμίαν περὶ τὸν ἀέρα ἐργάζεται. γαλεώτης δὲ ἐὰν ἐς οἶνον κατολισθὼν εἶτα ἀποπνιγῇ, λυπεῖ οὐδὲ ἓν· ἐὰν δὲ ἐς ἔλαιον ἐμπέσῃ καὶ ἀποθάνῃ, δυσῶδες τὸ ἔλαιον ἀποφαίνει, καὶ ὁ γευσάμενος αὐτοῦ φθειρσὶν ἐξέζεσεν.

20 Τὸ τοῦ ἐλάφου κέρας θυμιώμενον ὅτι τοὺς ὄφεις διώκει δῆλόν ἐστιν. λέγει δὲ Ἀριστοτέλης ὅτι καὶ λίθος ὁ γινόμενος ἐν τῷ Πόντῳ ποταμῷ (ἔστι δὲ οὗτος ἐν τῇ χώρᾳ τῇ Σιντικῇ τε καὶ Μαιδικᾖ) ἐπιθυμιώμενος διώκει τοὺς αὐτούς, καὶ μέντοι καὶ φύσιν τοῦ λίθου περιηγεῖται τοιάνδε. ὕδατος μὲν εἴ τις αὐτοῦ καταχέοι, ἐξάπτεται· καόμενον δὲ ὑπερεξάψαι ῥιπίδι εἰ θελήσειας, ὃ δὲ κατασβέννυται. θυμιώμενον δὲ αὐτὸν ὀσμὴν ἀφιέναι ἀσφάλτου βαρυτέραν φασί. τούτοις ὁμολογεῖ καὶ Νίκανδρος.

21 Ἡ Φάρος ἡ νῆσος πάλαι (λέγουσι δὲ Αἰγύπτιοι οἷα μέλλω λέγειν) ἐπεπλήρωτο ὄφεων πολλῶν τε καὶ διαφόρων. ἐπεὶ δὲ Θῶνις ὁ τῶν Αἰγυπτίων βασιλεὺς λαβὼν παρακαταθήκην τὴν Διὸς Ἑλένην ῾ἔδωκε δὲ αὐτὴν ἄρα καὶ περὶ τὴν ἄνω Αἴγυπτον καὶ περὶ τὴν Αἰθιοπίαν πλανώμενος ὁ Μενέλεωσ᾽ εἶτα ἠράσθη αὐτῆς ὁ Θῶνις, βίαν αὐτοῦ προσφέροντος τῇ Ἑλένῃ ἐς ὁμιλίαν ἀφροδίσιόν φησιν ὁ λόγος τὴν Διὸς αὐτὰ εἰπεῖν ἕκαστα πρὸς τὴν τοῦ Θώνιδος γαμετήν (Πολύδαμνα ἐκαλεῖτὀ), τὴν δὲ δείσασαν μή ποτε ἄρα ὑπερβάληται ἡ ξένη τῷ κάλλει αὐτήν, ὑπεκθέσθαι τὴν Ἑλένην ἐς Φάρον, πόαν δὲ τῶν ὄφεων τῶν ἐκεῖθι ἐχθρὰν δοῦναι, ἧσπερ οὖν αἴσθησιν λαβόντας τοὺς ὄφεις εἶτα καταδῦναι. τὴν δὲ αὐτὴν καταφυτεῦσαι, καὶ χρόνῳ ἀναθῆλαι καὶ ἀφεῖναι σπέρμα ἐχθρὸν ὄφεσι, καὶ μέντοι καὶ ἐν τῇ Φάρῳ θηρίον τοιόνδε