Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/292

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

πτουσα τῶν ὕπνων τὸν ἥδιστον, οὔτε πάλιν τῷ σώματι ** μόνῳ ἐν ἐλευθέροις χωρίοις ἔχεται τοῦ προειρημένου, συμπλέκουσα δὲ καὶ ἀθροίζουσα τὰς τῆς βελόνης ἀκάνθας, δεσμῷ τινι ἀπορρήτῳ τῆς εὐθημοσύνης περιλαμβάνει τὸ ποίημα. τὰς μὲν γὰρ ἐς τὸ εὐθὺ κατέδησαν αὐτῶν, τὰς δὲ ἐπικαρσίας (ὑφαντικῆς ἐπιστήμονα γυναῖκα εἴποις ἂν τῷ στήμονι τὴν κρόκην ἐπιπλέκειν), στρογγύλον δὲ ἡσυχῆ τὸ ἔργον ἀποφαίνει καὶ κολπῶδες, οἱονεὶ πλέγμα κύρτου δημιουργοῦσα. καὶ ὅταν ἐξυφήνῃ τὸ εἰρημένον, κομίζει πρὸς τὴν θάλατταν, ἔνθα τοῦ κύματος ἐπιπολάζοντος ἡσυχῆ τὸ κλύσμα ἐπιὸν ἐλέγχει τῇ ἁλκυόνι τὸ ἔργον· τὸ γάρ τοι μὴ στεγανὸν μέρος τὸ ὕδωρ τὸ ἐμπῖπτον ** ἀκεῖται αὖθις. τὰ δὲ ἡρμοσμένα εἴγε παίοις λίθῳ, οὐκ ἂν διατρήσειας αὐτά. εἰ δὲ καὶ διακόψαι σιδήρῳ ἐθέλοις, τὰ δὲ οὐκ ἂν εἴξειε, καλῶς τε καὶ εὖ διυφασμένα, τοῦ θώρακος τοῦ λινοῦ οὐ μεῖον, ὅνπερ οὖν ἀναθεῖναι τῇ Ἀθηνᾷ τῇ Λινδίᾳ Ἄμασιν ᾄδουσι. τὸ στόμα δὲ τοῦ κύρτου τοῦδε ἄλλῳ μὲν οὔτε ἐσβατὸν οὔτε πάνυ τι σύνοπτον, δέχεται δὲ ἐκείνην μόνην. οὐκ ἂν δὲ ἐσρεύσειε δι᾽ αὐτοῦ οὐδὲ τῆς θαλάττης ἔσω οὐδὲ ἕν· οὕτω τοι στεγανόν ἐστιν. ἐνταῦθά τοι καὶ τοὺς νεοττοὺς τρέφει κατὰ τῶν κυμάτων ἡ ἁλκυὼν φερομένη, ὥς φασιν.

18 Τοῦ Νείλου πλησίον πόα γίνεται, καὶ καλεῖται λυκοκτόνος, καὶ οὐκ ἔστι ψευδώνυμος, καὶ εἰκότως· ὅταν γὰρ αὐτῆς ἐπιβαίνῃ λύκος, σπώμενος ἀποθνήσκει. ἔνθεν τοι καὶ οἱ σέβοντες Αἰγυπτίων τοῦτο τὸ ζῷον ἐς τὴν ἑαυτῶν χώραν κωλύουσι ταύτην τὴν πόαν κομίζεσθαι.

19 Τῶν κατὰ τὴν οἰκίαν ὄρνις ἐὰν ἐς οἶνον ἐμπέσῃ καὶ ἀποπνιγῇ, οὐδὲν λυμαίνεται οὔτε τοῦ οἴνου φασὶν