Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/290

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

δὲ ἃ καὶ μόνον ἁψαμένους ἀπέκτεινε καὶ προσερυγόντα δέ, ὥσπερ οὖν ὁ κεντρίνης καὶ ἡ φρύνη.

12 Σὺ μέν μοι λέξεις πανοῦργον εἶναι ζῷον ἀλώπεκα, ταύτην δὴ τὴν ἐκ τῆς γῆς τρεφομένην· ἄκουε δὲ καὶ τὰς τῆς θαλαττίας μηχανάς, καὶ ὁποῖα δρᾷ καὶ ἐκείνη πυνθάνου. ἢ γὰρ οὐ πρόσεισι τῷ ἀγκίστρῳ τὴν ἀρχήν, ἢ καταπιοῦσα παραχρῆμα ἑαυτῆς τὸ ἐντὸς μετεκδῦσα ἔστρεψεν ἔξω, ὥσπερ οὖν χιτῶνα τὸ σῶμα ἀνελίξασα, καὶ τοῦτον δήπου τὸν τρόπον ἐξεώσατο τὸ ἄγκιστρον.

13 Ἴυγγας ἐρωτικὰς ἄνθρωποί φασιν εἶναί τινας, μίξεως δὲ ἀφροδισίου σύνθημα ὁ βάτραχος ἀφίησι πρὸς τὴν θήλειαν βοήν τινα, ὡς ἐραστὴς ᾠδήν τινα κωμαστικήν, καὶ κέκληται ἥδε ἡ βοὴ ὀλολυγών, ὥς φασιν. ὅταν δὲ τὴν θήλειαν προσαγάγηται, μένουσιν ἄμφω τὴν νύκτα· ἐν μὲν γὰρ τῷ ὕδατι συνελθεῖν οὐ δύνανται, μεθ᾽ ἡμέραν δὲ ἐπὶ γῆς συμπλακῆναι ὀρρωδοῦσι. νυκτὸς δὲ ἐπιστάσης κατὰ πολλὴν τὴν ἄδειαν προελθόντες ἀλλήλων ἀπολαύουσιν.

Ὅταν δὲ βάτραχοι γεγωνότερον φθέγγωνται καὶ τῆς συνηθείας λαμπρότερον, ἐπιδημίαν δηλοῦσιν ὑετοῦ.

14 Εἴ τις προσάψαιτο τῆς νάρκης ὅτι τὸ ἐκ τοῦ ὀνόματος πάθος τὴν χεῖρα αὐτοῦ καταλαμβάνει, τοῦτο καὶ παιδάριον ὢν ἤκουσα τῆς μητρὸς λεγούσης πολλάκις. σοφῶν δὲ ἀνδρῶν ἐπυθόμην ὅτι καὶ τοῦ δικτύου ἐν ᾧ τεθήραται εἴ τις προσάψαιτο, ναρκᾷ πάντως. εἰ δέ τις ἐς σκεῦος αὐτὴν ἐμβάλοι ζῶσαν, καὶ ἐπιχέοι θαλαττίου ὕδατος, ἐὰν ἐγκύμων ᾖ καὶ ὁ καιρὸς τῆς ὠδῖνος ἀφίκηται, τίκτει. καὶ τὸ ἐν τῳ σκεύει ὕδωρ εἴ τις καταχέοι χειρὸς ἀνθρώπου ἢ ποδός, ναρκᾶν τὴν χεῖρα ἢ τὸν πόδα ἀνάγκη.