Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/289

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

δραμοῦσα, κατὰ τοῦ παιδὸς αὑτὴν ἔωσεν ἐς κεφαλήν, καὶ ἄμφω κατὰ ταὐτὸν τὸ τέλος εἰχέτην· ὃ μὲν γὰρ ἐκ τοῦ μητρῴου βάρους πιεσθεὶς συνετρίβη, ἣ δὲ κατὰ τὴν κεφαλὴν ᾄξασα. γελοῖοι τοίνυν εἰσὶν οἱ διαποροῦντες εἰ φυσικὴ πρὸς τὰ ἔκγονα στοργή ἐστιν.

9 Αἱ δὲ φῶκαι τίκτουσι μὲν ἐπὶ τῆς γῆς, κατὰ μικρὰ δὲ ὑπάγουσιν ἑαυτῶν τὰ σκυλάκια ἐς τὸ νοτερόν, καὶ ἀπογεύουσι τῆς θαλάττης, εἶτα ἐπανάγουσιν ἐς τὸν τῆς ὠδῖνος τόπον τὸν ἐξ ἀρχῆς, καὶ αὖ πάλιν κατάγουσιν ἐς τὴν θάλατταν, καὶ ταχέως ἐξάγουσι· καὶ ὅταν πολλάκις τοῦτο δράσωσι, τελευτῶσαι νηκτικώτατα ἀπέφηναν αὐτά. ῥᾳδίως δὲ ἐς τὸν θαλάττιον βίον ὑπολισθάνει, τῆς διδασκαλίας μὲν προαγούσης αὐτά, βιαζομένης δὲ τῆς φύσεως τῶν μητρῴων καὶ ἠθῶν καὶ ἐθῶν ἐρᾶν.

10 Ἀετὸς ζῷον πλεονεκτικόν, καὶ δι᾽ ἁρπαγῶν ποιοῦνται τὰς τροφάς, καὶ σαρκῶν ἐσθίουσι· καὶ γὰρ λαγὼς ἁρπάζουσι καὶ νεβρὸν καὶ χῆνα ἐξ αὐλῆς καὶ ἄλλα. μόνος δὲ ἄρα ἐν αὐτοῖς ὅσπερ οὖν καὶ Διὸς κέκληται κρεῶν οὐχ ἅπτεται, ἀλλὰ ἀπόχρη οἱ πόα· καὶ Πυθαγόρου τοῦ Σαμίου διακούσας οὐδὲ ἕν, ὅμως ἐμψύχων ἀπέχεται.

11 Εἰ τοῦ φαλαγγίου καὶ μόνον ἐφάψαιτό τις, ἀπέκτεινεν αὐτὸν μηδὲ ὀδυνηθέντα φασὶν ἰσχυρῶς. ἀλλὰ καὶ τὸ τῆς ἀσπίδος δῆγμα πραότατον εἶναι ἤλεγξε Κλεοπάτρα, ὅτε τοῦ Σεβαστοῦ προσιόντος ἀνώδυνον θάνατον ἐν τοῖς συμποσίοις ἐβασάνιζε, καὶ τὸν μὲν διὰ τοῦ ξίφους εὕρισκεν ἀλγεινόν, τῶν τιτρωσκομένων τοῦτο ὁμολογούντων, τὸν δὲ διὰ τῶν φαρμάκων λυπηρόν· σπασμὸν γάρ τινα ἐμποιεῖν καὶ καρδιώττειν ἀναγκάζειν· τὸν δὲ ἐκ τοῦ δήγματος τῆς ἀσπίδος πρᾶον εἶναι καὶ ἵνα Ὁμηρείως εἴπω ἀβληχρόν. ἔστι