Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/288

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

φησι καὶ μέντοι καὶ τὴν χρόμιν καὶ τὴν σάλπην καὶ τὸν κεστρέα. πυνθάνομαι δὲ τὸν λάβρακα σαφῶς εἰδέναι ὅτι ἄρα ἐν τῇ κεφαλῇ αὐτοῦ λιθίδιόν ἐστι. καὶ χειμῶνος τοῦτο ψυχρότατον γίνεται, καὶ λυπεῖ αὐτὸν ἰσχυρῶς. ταύτῃ τοι καὶ κατ᾽ ἐκείνην τὴν ὥραν τοῦ ἔτους ἀλεαίνειν αὑτόν, καὶ ἐπινοεῖν τῇ ψύξει τῇ ἐκ τοῦ λίθου φάρμακον τοῦτο καὶ μάλα γε ἀντίπαλον. καὶ χρόμιν δὲ τὸ αὐτὸ ποιεῖν καὶ φάγρον καὶ σκίαιναν πέπυσμαι· ἔχειν γάρ τοι ὅμοιον λίθον καὶ ταῦτα.

Παράσιτοι δὲ ἄρα καὶ ἐν ἰχθύων γένει ἦσαν. ὁ γοῦν φθεὶρ οὕτω λεγόμενος παρατρώγει τῶν τοῦ δελφῖνος θηραμάτων· ὃ δὲ ἥδεται αὐτῷ καὶ ἑκὼν μεταδίδωσιν. ἔνθεν τοι καὶ πιότατός ἐστιν, ὥσπερ οὖν ἐκ πλουσίας καὶ ἀμφιλαφοῦς ἑστιάσεως ἐμπιπλάμενος. καὶ ὁ μὲν τοῦ Μενάνδρου Θήρων μέγα φρονεῖ, ὅτι ῥινῶν ἀνθρώπους φάτνην αὐτοὺς ἐκείνους εἶχε· Κλείσοφος δὲ καὶ τὸν ὀφθαλμὸν τὸν ἕτερον δεσμῷ κατελάμβανε, Φιλίππῳ χαριζόμενος ἐν τῇ τῆς Μεθώνης πολιορκίᾳ τὸν ἕτερον ἐκκοπέντι. φιλία δὲ ἐμοὶ δοκεῖν καὶ συντροφία τῷ φθειρὶ πρὸς τὸν δελφῖνά ἐστι· κολακεύειν μὲν γὰρ ὡς καὶ ἄλλα κακὰ ἄνθρωπος οἶδε, τὰ δὲ ἄλογα οὐκ οἶδεν.

8 Ἐλέφαντος δὲ ἄρα ἐς τὰ τέκνα καὶ ἐκεῖνο φίλτρον ἰσχυρόν. οἱ τούτων θηραταὶ τάφρους ὀρύττουσιν, ἐς ἃς ἐμπίπτει τὰ ζῷα ταῦτα, καὶ τὰ μὲν ἁλίσκεται, τὰ δὲ ἀναιρεῖται. καὶ τίς ὁ τρόπος τῆς τοιᾶσδε ταφρεύσεως καὶ τὸ σχῆμα ὁποῖον καὶ ὁπόσον τὸ βάθος καὶ ἔσοδοι ποταπαί, ἀλλαχόθεν εἴσεσθε· ἐκκαλύψων δὲ ἔγωγε καὶ ἐλέγξων τὴν στοργὴν ἔρχομαι. ἡ μήτηρ θεασαμένη τὸ ἑαυτῆς βρέφος ἐς μίαν τῶν τάφρων ἐμπεσόν, οὔτε ἐμέλλησεν οὔτε βλακεύουσα διέτριψεν, ἀλλὰ ὡς εἶχεν ὁρμῆς ἐκθύμως καὶ περιπαθῶς ἐπι-