Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/282

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

κίζεται, καὶ τοῖς ἠρίοις τοῦ ποτε ἀνδρὸς τλημόνως παρέμεινε, πιστὴν ἑαυτὴν τῷ κατὰ γῆς ὄντι ἀποφαίνουσα. καί ποτε ἦν ὥρα θέρειος, καὶ πελαργῶν ἔτι νεοττῶν πρόπειραν τῆς ἑαυτῶν πτήσεως λαμβανόντων εἶς ὁ μάλιστα νεαρὸς ἀκρατὴς ὢν ἔτι τῶν ταρσῶν κατώλισθε, καὶ τοῖν σκελοῖν συντρίβει τὸ ἕτερον. ἡ τοίνυν Ἡρακληὶς θεασαμένη τὸ πτῶμα καὶ τοῦ ποδὸς τὸ πάθος καταμαθοῦσα οἰκτείρει τὸν νεοττόν, καὶ ἀναλαβοῦσα σὺν πολλῇ τῇ φειδοῖ κατειλεῖ τὴν πληγήν, καὶ θεραπεύει καταιονήμασι καὶ ἐπιπλάσμασι, καὶ τροφὴν προσέφερε καὶ ποτὸν ὤρεγε, χρόνῳ δὲ τῷ εἰκότι ῥωσθέντα καὶ φύσαντα τὰ ὠκύπτερα ἐλεύθερον εἶναι μεθῆκεν. ὃ δὲ εἰδὼς ἐννοίᾳ τινὶ φυσικῇ καὶ θαυμαστῇ ὀφείλων ζωάγρια ᾤχετο ἀπιών. εἶτα ἐνιαυτοῦ διελθόντος ἣ μὲν ἔτυχεν ἦρος ὑπολάμποντος ἐν ἡλίῳ θερομένη, ὁ δὲ πελαργὸς ὁ ἰαθεὶς ὑπ᾽ αὐτῆς ἰδὼν τὴν εὐεργέτιν ὑφῆκε τῆς τῶν πτερῶν ὁρμῆς, καὶ ἑαυτὸν χθαμαλωτέρᾳ τῇ πτήσει κατάγων πλησίον γίνεται, καὶ χανὼν ἀνεμεῖ λίθον ἐς τὸν τῆς Ἡρακληίδος κόλπον, καὶ ἀναπετασθεὶς ἐπὶ τοῦ τέγους ἑαυτὸν ἐκάθισεν. ἣ δὲ τὰ πρῶτα ὡς εἰκὸς ἐθαύμασέ τε καὶ ἐκταραχθεῖσα ἠπόρει, τί εῖη τὸ πραχθὲν συμβαλεῖν οὐκ ἔχουσα· τὴν δ᾽ οὖν λίθον ἔνδον που κατέθετο, εἶτα νύκτωρ διυπνισθεῖσα ὁρᾷ αὐγήν τινα καὶ αἴγλην ἀφιεῖσαν, καὶ κατελάμπετο ὁ οἶκος ὡς ἐσκομισθείσης δᾳδός· τοσοῦτον ἄρα ἐκ τῆς βώλου τὸ σέλας ἀνῄει τε καὶ ἐτίκτετο. συλλαβοῦσα δὲ τὸν πελαργὸν καὶ ἐπαφωμένη κατενόησε τὴν ἐκ τῆς πληγῆς οὐλήν, καὶ ἐγνώρισε τοῦτον ἐκεῖνον εἶναι τὸν ὑπ᾽ αὐτῆς οἴκτου τε καὶ θεραπείας τετυχηκότα.

23 Ἀστακὸν εἰ λάβοις καὶ πορρωτάτω κομίσειας, σημεῖον καταλιπὼν ἔνθεν αὐτὸν τεθήρακας, εὑρήσεις