Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/281

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἑαυτὰς συνώσασαι ἀνέτρεψαν αὐτό. καὶ οἱ μὲν κακοῦργοι παραχρῆμα διεφθάρησαν, αἱ δὲ ὗς παρὰ τοὺς ἑαυτῶν δεσπότας ἀπενήξαντο.

20 Ζηλότυπον δὲ εἶναι καὶ τὸν πελαργόν φασιν. ἐν γοῦν Κραννῶνι τῆς Θετταλίας Ἀλκινόην ὄνομα γυναῖκα ὡραίαν ὁ γήμας ἀπολιπὼν οἴκοι ἔς τινα ἐστείλατο ἀποδημίαν. ἡ τοίνυν Ἀλκινόη ὡμίλει τῶν θεραπόντων τινί. τοῦτο συνιδὼν ὁ πελαργὸς ὁ οἰκέτης οὐχ ὑπέμεινεν, ἀλλὰ ἐτιμώρησε τῷ δεσπότῃ. προσπηδῶν γοῦν ἐπήρωσε τῆς ἀνθρώπου τὴν ὄψιν. ἀνωτέρω μὲν ἐμνήσθην πορφυρίωνος ζηλοτυπίας εἶτα κυνὸς τοιούτου, νῦν γε μὴν πελαργοῦ τὰ ἴσα ἐκείνοις ἐς νοσοῦντα γάμον.

21 Μεταβάλλει δὲ τὰς χρόας τὰ πρόβατα ἐκ τῆς περὶ τὸ πῶμα ἀλλαγῆς κατὰ τὴν τῶν ποταμῶν ἰδιότητα· ἡ δὲ ὥρα τοῦ ἔτους, καθ᾽ ἣν ἀπαντᾷ τοῦτο αὐτοῖς, ὁ τῆς μίξεως καιρός ἐστιν. γίνεται οὖν καὶ ἐκ λευκῶν μέλανα, καὶ ἔμπαλιν τρέπει τὴν χρόαν. φιλεῖ δέ πως ταῦτα γίνεσθαι περί τε τὸν ἐν Ἀντανδρίᾳ ποταμὸν καὶ τὸν ἐν Θρᾴκῃ, οὗ τὸ ὄνομα ἐροῦσιν οἱ πάροικοι Θρᾷκες. ὁ δὲ ἐν Τροίᾳ Σκάμανδρος ἐπεὶ ξανθὰς ἀποφαίνει πινούσας τὰς οἶς, πρὸς τῷ Σκαμάνδρῳ τῷ ἐξ ἀρχῆς ἄλλο ὄνομα ἡ τῶν προβάτων ἐπίκτητος χρόα ἔθετο αὐτῷ τὸ Ξάνθου.

22 Χάριτος δὲ ἀπομνησθῆναι τὰ ζῷα καὶ κατὰ τοῦτο ἀγαθά. ἐν Τάραντι γίνεται γυνὴ τά τε ἄλλα σπουδῆς ἀξία καὶ οὖν καὶ σώφρων πρὸς τὸν ἄνδρα· Ἡρακληὶς ὄνομα αὐτῇ. περιεῖπε μὲν οὖν ζῶντα τὸν γεγαμηκότα εὖ μάλα κηδεμονικῶς· ἐπεὶ δὲ τὸν βίον οὗτος κατέστρεψε, τὰς ἀστικὰς ἡ προειρημένη γυνὴ μισεῖ διατριβὰς καὶ τὴν οἰκίαν, ἐν ᾗ τὸν ἄνδρα νεκρὸν ἐθεάσατο, καὶ ὡς εἶχε λύπης ἐς τοὺς τάφους μετοι-