Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/279

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

17 Εἴρηται μὲν οὖν ἡμῖν περὶ ἐλεφάντων ἰδίᾳ, τὰ δὲ καὶ εἰρήσεται. οὑτωσὶ κρατοῦσι μὲν βίου, σωφροσύνης δὲ ὅπως μετειλήχασιν, εἰπεῖν πρεπωδέστατον. οὐ γὰρ ὡς ὑβρίζοντες οὐδὲ ὡς λάγνοι ἐπὶ τὴν ὁμιλίαν τὴν πρὸς τὴν θήλειαν ἔρχονται, ἀλλ᾽ ὥσπερ οὖν οἱ γένους διαδοχῆς δεόμενοι καὶ παιδοσποροῦντες, ἵνα μὴ αὐτοὺς ἐπιλίπῃ ἡ ἐπιγονὴ ἡ ἐξ ἀλλήλων, ἐάσωσι δὲ σπέρμα. ἅπαξ γοῦν ἐν τῷ βίῳ τῷ σφετέρῳ μνημονεύουσιν ἀφροδίτης, ὅταν ἡ θήλεια ὑπομένῃ καὶ αὐτή· εἶτα ἐμπλήσας ἕκαστος τὴν σύννομον τὸ ἐντεῦθεν οὐκ οἶδεν αὐτήν. συμπλέκονται δὲ οὐκ ἀνέδην οὐδὲ ἐν τῇ τῶν ἄλλων ὄψει ἀλλ᾽ ἀναχωρήσαντες· καὶ ἑαυτῶν προβάλλονται ἢ δένδρα δασέα ἢ ὕλην τινὰ συμφυῆ ἢ χῶρον κοῖλον καὶ βαθὺν τοῦ λαθεῖν αὐτοῖς παρέχοντα ἀφθονίαν. ὡς μὲν οὖν εἰσι δίκαιοι ἄνω εἶπον, καὶ τὸ ἀνδρεῖον αὐτῶν καὶ τοῦτο ἤδη λέλεκται· τὸ σῶφρον δὲ ἀποδέδεικται τὰ νῦν ταῦτα. ἀλλὰ καὶ τὸ μισοπόνηρον ὅτῳ σχολὴ μανθάνειν, οὗτος ὑπέχων τὰ ὦτα ἀκουέτω. ἐλέφαντι ἡμέρῳ πωλευτὴς ἦν, καὶ εἶχε γυναῖκα ἀφηλικεστέραν μέν, πλουσίαν δέ. οὐκοῦν ἑτέρας ἐρῶν καὶ τὰ τῆς συνοικούσης σπεύδων ἐκείνης γενέσθαι ταύτην μὲν ἀποπνίγει καὶ τῆς τοῦ ἐλέφαντος φάτνης κατορύττει πλησίον ὁ θερμόβουλος ἄνθρωπος, ἄγεται δὲ τὴν ἄλλην. ἐνταῦθα οὖν ὁ ἐλέφας τῇ προβοσκίδι λαβόμενος τὴν νεωστὶ ἀφιγμένην. ἄγει τῆς νεκρᾶς πλησίον, καὶ τοῖς κέρασιν ἀνορύξας καὶ γυμνώσας τὸ σῶμα, ἃ εἰπεῖν οὐκ ἠδύνατο, ταῦτα ἐπεδείκνυε δι᾽ αὐτῶν τῶν ἔργων, τὴν γυναῖκα τὸν τρόπον τοῦ γήμαντος αὐτὴν ἐκδιδάσκων ὁ μισοπόνηρος ἐλέφας.

18 Ἐγγραύλεις, οἳ δὲ ἐγκρασιχόλους καλοῦσιν αὐτάς, προσακήκοά γε μὴν καὶ τρίτον ὄνομα αὐτῶν,