Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/277

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

νωθής ἐστι τὴν ἀκοήν. δορὰν δὲ ἰσχυρὰν ἔχει καὶ διακοπτομένην βραδύτατα. τὸν δὲ ἀκοντίαν χέρσυδρον εἶναί φασι, χρόνου δὲ ἐν ξηρῷ ποιεῖσθαι τὴν διατριβὴν πολλοῦ καὶ ἐλλοχᾶν ζῷον πᾶν. ἡ δὲ σοφία τῆς ἐπιβουλῆς τῆς ἐξ αὐτοῦ τοιάδε ἐστίν. ἐν ταῖς λεωφόροις που λαθὼν ὑποκρύπτεται, πολλάκις δὲ καὶ ἐπί τι δένδρον ἀνερπύσας εἶτα ἑαυτὸν συνειλήσας καὶ τὴν κεφαλὴν ἐν τῇ σπείρᾳ ὑποκρύψας τοὺς παριόντας ἡσυχῆ ὑποβλέπει· εἶτα ἑαυτὸν ἀφίησιν ἐς τὸ παριόν, εἴτε ἄλογον εἴη ζῷον εἴτε ἄνθρωπος. ἔστι δὲ ἁλτικὸν θηρίον καὶ διαπηδῆσαι καὶ εἴκοσιν εἰ δέοι πήχεις οἷόν τε· ἁλλόμενόν τε παραχρῆμα ἐνέφυ.

14 Λύκοι βοῒ ἐς τέλμα βαθὺ ἐμπεσόντι ἐάν πως περιτύχωσι, ταράττουσι μὲν αὐτὸν ἔξωθεν καὶ φοβοῦσι, διανήξασθαι καὶ ἐπιβῆναι τῆς γῆς οὐκ ἐπιτρέποντες, ἀναγκάζουσι δὲ τῷ χρόνῳ στρεβλούμενον καὶ ἰλυσπώμενον ἀποπνιγῆναι. εἶτα εἷς αὐτῶν ὁ τελεώτατος ἐμπηδήσας τῷ ὕδατι καὶ προσνεύσας ἐλάβετο τῆς οὐρᾶς τοῦ βοὸς καὶ ἕλκει ἐς τὸ ἔξω, καὶ ἕτερος τῆς ἐκείνου λαβόμενος αὐτὸν ἕλκει, καὶ τὸν δεύτερον ὁ τρίτος, καὶ τοῦτον ὁ τέταρτος, καὶ δρᾶται τὸ εἰρημένον μέχρι τοῦ τελευταίου, ὅσπερ οὖν ἔξω τοῦ ὕδατος ἕστηκε. καὶ τὸν τρόπον τοῦτον ἐξαγαγόντες τὸν βοῦν ποιοῦνται δεῖπνον. βοὸς δὲ μόσχον πεπλανημένον ἐλλοχήσαντες εἶτα αὐτῷ προσπηδῶσι, καὶ τοῦ μυκτῆρος λαβόμενοι ἕλκουσιν· ὃ δὲ ἀντισπᾷ, καὶ ἅμιλλα ὑπὲρ τούτου πολλή, τῶν μὲν ἐκβιάσασθαι πειρωμένων, τοῦ δὲ μὴ εἶξαι ἀγώνισμα ποιουμένου. ὅταν δὲ αὐτὸν οὕτως θεάσωνται σφόδρα ἀντιτείνοντα, μεθῆκαν· καὶ ἐκεῖνος ὑπὸ τῆς ἐς τοὐπίσω βίας ἀνατέτραπται, καὶ οἱ λύκοι ἐμπεσόντες ἀνέρρηξαν τὴν νηδὺν καὶ ἐσθίουσιν αὐτόν.