Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/276

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ὡς ἐν τῇ Ἴδῃ τὸν Ἀγχίσην, παρὰ δὲ τῇ κρήνῃ νέμειν τὰς βοῦς τῇ καλουμένῃ Αἱμονίᾳ. Θετταλὴ δ᾽ ἂν καὶ ἡ κρήνη εἴη. δράκοντα οὖν μεγέθει μέγιστον ἐρασθῆναι τοῦ Ἀλεύα, καὶ ἀνέρπειν ἐς αὐτόν, καὶ τὴν κόμην οἱ καταφιλεῖν καὶ τῇ γλώττῃ περιλιχμώμενον τὸ πρόσωπον τοῦ ἐρωμένου καθαίρειν, καὶ δωροφορεῖν αὐτῷ θηρῶντα πάμπολλα. εἰ δὲ Γλαύκης τῆς κιθαρῳδοῦ κριὸς ἥττητο καὶ ἐν Ἰασῷ δελφὶς ἐφήβου, τί κωλύει καὶ δράκοντα ἐρασθῆναι νομέως ὡραίου, τὸν ὀξυωπέστατον κάλλους διαπρεποῦς ἀγαθὸν κριτὴν γεγενημένον; ἦν δὲ ἄρα ἴδιον ζῴων καὶ ἐρασθῆναι μὴ μόνον τοῦ συννόμου τε ἅμα καὶ συμφυοῦς, ἀλλὰ καὶ τοῦ προσήκοντος ἥκιστα, ὡραίου μέντοι.

12 Ὁ παρείας ἢ παρούας ῾οὕτω γὰρ Ἀπολλόδωρος ἐθέλεἰ πυρρὸς τὴν χρόαν, εὐωπὸς τὸ ὄμμα, πλατὺς τὸ στόμα, δακεῖν οὐ σφαλερός, ἀλλὰ πρᾶος. ἔνθεν τοι καὶ τῷ θεῶν φιλανθρωποτάτῳ ἱερὸν ἀνῆκαν αὐτόν, καὶ ἐπεφήμισαν Ἀσκληπιοῦ θεράποντα εἶναι οἱ πρῶτοι ταῦτα ἀνιχνεύσαντες.

13 Ἐν Αἰθιοπίᾳ τοὺς καλουμένους Σιβρίτας σκορπίους ῾οὕτω δὲ αὐτοὺς ὡς εἰκὸς οἱ ἐπιχώριοι φιλοῦσιν ὀνομάζειν᾽ ἀκούω σιτεῖσθαι καὶ σαύρους καὶ ἀσπίδας καὶ σφονδύλας καὶ τίφας καὶ πᾶν ἑρπετόν, τὸν δὲ ἐπιβάντα αὐτῶν τοῖς περιττώμασιν ἑλκοῦσθαι πέπυσμαι. περὶ Κέρκυραν δὲ γίνονται αἱ καλούμεναι ὕδραι, αἵπερ οὖν τοὺς διώκοντας ἐπιστραφεῖσαι καὶ φυσήσασαι πνεῦμα ἄτοπον εἶτα ἀναστέλλουσι τῆς ὁρμῆς καὶ ἀποστρέφουσι. τὸν τύφλωπα δέ, ὃν καὶ τυφλίνην καλοῦσι καὶ κωφίαν προσέτι, κεφαλὴν μὲν παραπλησίαν ἔχειν μυραίνῃ λέγει τις λόγος, ὀφθαλμοὺς δὲ ἄγαν βραχίστους. καὶ θάτερον μὲν τοῖν ὀνομάτοιν ἐντεῦθεν εἴληφε, τόν γε μὴν κωφίαν, ἐπεὶ