Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/275

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

βολον σὺν πολλῷ τῷ ῥοθίῳ φερομένης ἐμπεσόντες ῥύμῃ σφοδροτάτῃ πολλοὺς ἀνατρέπουσι βοῶντες διάτορόν τε καὶ ὀξὺ δίκην σάλπιγγος. πατουμένων δὲ τῶν ἁλισκομένων καὶ ἀλοωμένων τοῖς γόνασιν ἄραβος πολὺς ὀστῶν συντριβομένων ἀκούεται καὶ πόρρωθεν, τὰ πρόσωπα δὲ ἐκθλιβομένων τῶν ὀφθαλμῶν καὶ τῆς ῥινὸς συνθλωμένης καὶ ῥηγνυμένου τοῦ μετώπου τὸ ἐναργὲς τοῦ εἴδους ἀπόλλυσι, καὶ ἀγνῶτες γίνονται πολλάκις καὶ τοῖς ἐγγυτάτω προσήκουσι. σώζονται δὲ παραδόξως ἄλλοι τὸν τρόπον τοῦτον. συνείληπται μὲν ὁ θηρατής, ὑφ᾽ ὁρμῆς δὲ τὸ θηρίον ὑπερῆλθεν αὐτόν, καὶ τὰ γόνατα ἐς τὴν γῆν ἀπήρεισε, καὶ προσκατέπηξε τὰ κέρατα ἐς θάμνον ἢ ἐς ῥίζαν ἢ ἄλλο τι τοιοῦτο, καὶ ἔχεται, καὶ μόγις ἀνασπᾷ καὶ ἐξαιρεῖ· ἐν δὲ τῷ τέως διεκδὺς ὁ κυνηγέτης ἀπαλλάττεται. οὐκοῦν ἐν τῇ τοιαύτῃ μάχῃ πολλάκις μὲν κρατοῦσιν οἱ ἐλέφαντες, πολλάκις δὲ καὶ ἡττῶνται δείματα ἐξ ἐπιβουλῆς καὶ δέα ποικίλα ἐπαγόντων. καὶ γὰρ σάλπιγγες ᾄδουσι, καὶ δοῦπόν τε καὶ κτύπον ἐργάζονται πρὸς τὰς ἀσπίδας ἀράττοντες τὰ δόρατα, καὶ πῦρ τὸ μέν τι ἐπὶ τῆς γῆς ἐξάπτουσι, τὸ δὲ μετέωρον αἴρουσι, καὶ ἄλλο σφενδονῶσι δαλοὺς διαπύρους ἀκοντίζοντες καὶ δᾷδας μακρὰς πυρὸς ἐνακμάζοντος τοῖς θηρίοις κατὰ προσώπου βιαίως ἐπισείοντες. ἅπερ οὖν τὰ θηρία δεδιότα καὶ δυσωπούμενα ὠθεῖται, καὶ ἔστιν ὅτε καὶ ἐκνικᾶται ἐμπεσεῖν ἐς τὴν τάφρον, ἣν τέως ἐφυλάττετο.

11 Ἡγήμων ἐν τοῖς Δαρδανικοῖς μέτροις περὶ Ἀλεύα τοῦ Θετταλοῦ φησι καὶ ἄλλα μέν, ἐν δὲ τοῖς καὶ ὅτι ἠράσθη δράκων αὐτοῦ. καὶ ὅτι μὲν εἶχε κόμην χρυσῆν ὅδε ὁ Ἀλεύας, λέγων τερατεύεται, ἐμοὶ δὲ ἔστω ξανθή. καὶ βουκολεῖν μὲν αὐτὸν ἐν τῇ Ὄσσῃ φησὶν