Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/268

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τοῦτο ἀκουέτω Ἐρατοσθένους τε καὶ Εὐφορίωνος καὶ ἄλλων περιηγουμένων αὐτό.


Η

1 Ἰνδικοὶ λόγοι διδάσκουσιν ἡμᾶς καὶ ἐκεῖνα. τὰς κύνας ἄγουσιν ἐς τὰ ἔνθηρα χωρία οἱ θηρατικοὶ τὰς εὐγενεῖς τε καὶ ἴχνη καταγνῶναι θηρίων ἀγαθὰς καὶ ὠκίστας ἐς δρόμον, καὶ τοῖς δένδροις προσδήσαντες εἶτα μέντοι ἀπαλλάττονται, τοῦτο δήπου τὸ λεγόμενον ἀτεχνῶς κύβον ἀναρρίψαντες. οἱ δὲ τίγρεις ἐντυχόντες αὐταῖς, ἀθηρίᾳ μὲν καὶ λιμῷ συμπεσόντες διασπῶσιν αὐτάς· ἐὰν δὲ ὀργῶντες ἀφίκωνται καὶ κεκορεσμένοι, συμπλέκονταί τε αὐταῖς καὶ τῆς ἀφροδίτης ἐν πλησμονῇ καὶ ἐκεῖνοι μέμνηνται. ἐκ δὲ τῆς ὁμιλίας ταύτης οὐ κύων φασὶν ἀλλὰ τίγρις τίκτεται. ἐκ δὲ τούτου καὶ κυνὸς θηλείας ἔτι τίγρις τεχθείη ἄν, ὁ δὲ ἐκ τούτου καὶ κυνὸς ἐς τὴν μητέρα ἀποκρίνεται, καὶ κατώλισθεν ἡ σπορὰ πρὸς τὸ χεῖρον, καὶ κύων τίκτεται. πρὸς ταῦτα Ἀριστοτέλης οὐκ ἀντιφήσει. οὗτοι δὲ ἄρα οἱ κύνες, οἷς πάρεστι πατέρα αὐχεῖν τίγριν, ἔλαφον μὲν θηρᾶσαι ἢ συὶ συμπεσεῖν ἀτιμάζουσι, χαίρουσι δὲ ἐπὶ τοὺς λέοντας ᾄττοντες καὶ τοὺς ἄνω τοῦ γένους ἀποδεικνύντες ἐντεῦθεν. Ἀλεξάνδρῳ γοῦν τῷ Φιλίππου πεῖραν ἔδοσαν οἱ Ἰνδοὶ τῆς τῶν κυνῶν τῶνδε ἀλκῆς τὸν τρόπον τοῦτον. ἀφῆκαν ἔλαφον, καὶ ὁ κύων ἡσύχαζεν· εἶτα σῦν, ὃ δὲ ἀτρεμῶν κατέμενεν· καὶ ἄρκτον ἐπὶ τούτοις, καὶ ἔκνιζεν αὐτὸν ἡ ἄρκτος οὐδὲ ἕν· λέοντος δὲ ἀφεθέντος, ὃ δὲ ὡς εἶδ᾽ ὥς μιν μᾶλλον ἔδυ χόλος, καὶ