Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/263

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἦγε φόρτον, καί ποτε διὰ ποταμοῦ ἰὼν κατὰ τύχην κατώλισθε καὶ περιετράπη. βραχέντες οὖν οἱ ἅλες κατετάκησαν, καὶ κοῦφος ὁ ὀρεὺς γενόμενος ἥσθη· καὶ συνιδὼν ὁπόσον τὸ μεταξὺ ἦν τοῦ μόχθου καὶ τῆς ῥᾳστώνης, τοῦ λοιποῦ τὴν τύχην διδάσκαλον ποιησάμενος, ὃ πρότερον ἄκων ἔπαθεν, εἶτα μέντοι τοῦτο εἰργάζετο ἑκών. ἄλλην δὲ τῷ ὀρεωκόμῳ ἐλαύνειν καὶ ἔξω τοῦ ποταμοῦ ἄπορον ἦν. τοῦτό τοι διηγουμένου ὁ Θαλῆς ὡς ἐπύθετο, σοφίᾳ ἀμύνασθαι τῆς κακουργίας τὸν ὀρέα ᾠήθη δεῖν, καὶ προστάττει ὑπὲρ τῶν ἁλῶν σπογγιαῖς καὶ ἐρίοις ἐπισάξαι αὐτόν. ὃ δὲ τὴν ἐπιβουλὴν οὐκ εἰδὼς κατὰ τὸ σύνηθες ὤλισθε, καὶ ἀναπλήσας ὕδατος τὰ ἐπικείμενα, ᾔσθετο ὅπως οἱ τὸ σόφισμα ἐτράπη ἐπὶ κακόν, καὶ ἐξ ἐκείνου ἡσυχῆ διερχόμενος καὶ κρατῶν τῶν σκελῶν ἀπαθεῖς τοὺς ἅλας διεφύλαττεν.

43 Πυνθάνομαι δὲ ἐν τῇ Ἀντιόχου πόλει τῇ Σύρων πρᾶον γενέσθαι ἐλέφαντα, ἰόντα τε αὐτὸν ἐπὶ τὰς νομὰς στεφανόπωλιν γυναῖκα ὁρᾶν ἡδέως, καὶ προσεστάναι αὐτῇ καὶ τῇ προβοσκίδι τὸ πρόσωπον τῆς ἀνθρώπου καθαίρειν. δέλεαρ δὲ ἄρα ἐκείνη καθίει τοῦ φίλτρου αὐτῷ στέφανον ἐκ τῶν καθ᾽ ὥραν πλεκόμενον, καὶ τῷ μὲν ὁσημέραι λαμβάνειν ἔργον ἦν, τῇ δὲ διδόναι. χρόνῳ δὲ ὕστερον ἡ μὲν ἄνθρωπος τὸν βίον κατέστρεψεν, ὁ δὲ ἐλέφας τῆς συνηθείας διαμαρτάνων καὶ οὐχ ὁρῶν ἣν ἐπόθει γυναῖκα, ὥσπερ οὖν ἐραστὴς ἐρωμένης ἀτυχῶν ἐξηγριώθη· καὶ ὁ τέως πραότατος ὢν ἐς θυμὸν ἐξήφθη ὥσπερ οὖν καὶ τῶν ἀνθρώπων οἱ ἄγαν ὑπὸ τῆς λύπης ἐπικλυσθέντες καὶ ἔκφρονες γεγενημένοι.

44 Τὸν ἥλιον ἀνίσχοντα προσκυνοῦσιν ἐλέφαντες, τὰς προβοσκίδας εὐθὺ τῆς ἀκτῖνος ὡς χεῖρας ἀνατεί-