Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/261

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

καὶ πάλιν

ἄρασα μύξας καὶ κερασφόρους
στόρθυγγας εἷρφ᾽ ἕκηλος.

καὶ ταῦτα μὲν ὁ τοῦ Σοφίλλου ἐν τοῖς Ἀλεάδαις· ὁ δὲ Εὐριπίδης ἐν τῇ Ἰφιγενείᾳ

ἔλαφον δ᾽ Ἀχαιῶν χερσὶν ἐνθήσω φίλαις
κεροῦσσαν, ἣν σφάζοντες αὐχήσουσι σὴν
σφάζειν θυγατέρα.

ἐν δὲ τοῖς Τημενίδαις τὸν Ἡράκλειον ἆθλον κέρατα ἔχειν ὁ αὐτὸς Εὐριπίδης φησί, τὸν τρόπον τόνδε ᾄδων

ἦλθεν δ᾽
ἐπὶ χρυσόκερων ἔλαφον, μεγάλων
ἄθλων ἕνα δεινὸν ὑποστάς,
κατ᾽ ἔναυλ᾽ ὀρέων ἀβάτους ἐπί τε
λειμῶνας ποίμνιά τ᾽ ἄλση.

ὁ δὲ Θηβαῖος μουσοποιὸς ἔν τινι τῶν ἐπινικίων ὑμνεῖ λέγων

Εὐρυσθέος ἔντὐ ἀνάγκα πατρόθεν
χρυσόκερων ἔλαφον θήλειαν ἄξονθ᾽.

καὶ Ἀνακρέων ἐπὶ θηλείας φησίν

οἷά τε νεβρὸν νεοθηλέα
γαλαθηνόν, ὅς τ᾽ ἐν ὕλῃ κεροέσσης
ὑπολειφθεὶς ὑπὸ μητρὸς ἐπτοήθη.

πρὸς δὲ τοὺς μοιχῶντας τὸ λεχθὲν καὶ μέντοι καὶ φάσκοντας δεῖν ἐροέσσης γράφειν ἀντιλέγει κατὰ