Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/260

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ὁρῶνταί γε οἵδε οἱ μικροὶ σπανιώτατα. ἀθρόους δὲ αὐτοὺς ἐὰν θεάσωνται καὶ λέοντες, ἢ φεύγουσι προτροπάδην ἢ ἄλλος ἄλλῃ κατέπτηξαν ὡς νεβροί, τοὺς ἐλέφαντας οἱ τέως φοβεροὶ καὶ ἐκπληκτικοὶ καταδείσαντες. οὐκ ἀνθίσταται δὲ τοῖς διώκουσιν ἐλέφας, εἰ μή ποτε ἄρα ὑπὲρ τῶν τέκνων καὶ τῶν νοσούντων. ἐνταῦθα δὲ ἄμαχός ἐστιν.

37 Πώρου τοῦ τῶν Ἰνδῶν βασιλέως ὁ ἐλέφας ἐν τῇ πρὸς Ἀλέξανδρον μάχῃ τετρωμένου πολλὰ ἡσυχῆ καὶ μετὰ φειδοῦς τῇ προβοσκίδι ἐξῄρει τὰ ἀκόντια, καὶ μέντοι καὶ αὐτὸς τετρωμένος πολλὰ οὐ πρότερον εἶξε πρὶν ἢ συνεῖναι ὅτι ἄρα ὁ δεσπότης αὐτῷ διὰ τὴν ῥοὴν τοῦ αἵματος τὴν πολλὴν παρεῖται καὶ ἐκθνήσκει. οὐκοῦν ἑαυτὸν ὑπέκλινε, καὶ ὀκλάσας ἔμεινεν, ἵνα μὴ ἄνωθεν πεσὼν ὁ Πῶρος εἶτα μέντοι κακωθῇ τὸ σῶμα ἐπὶ μᾶλλον.

38 Ὑρκανοῖς καὶ Μάγνησιν οἱ κύνες συνεστρατεύοντο, καὶ ἦν καὶ τοῦτο συμμαχικὸν ἀγαθὸν αὐτοῖς καὶ ἐπικουρικόν. συστρατιώτην δέ τις Ἀθηναῖος ἐν τῇ μάχῃ τῇ ἐν Μαραθῶνι ἐπήγετο κύνα, καὶ γραφῇ εἴκασται ἐν τῇ Ποικίλῃ ἑκάτερος, μὴ ἀτιμασθέντος τοῦ κυνός, ἀλλὰ ὑπὲρ τοῦ κινδύνου μισθὸν εἰληφότος ὁρᾶσθαι σὺν τοῖς ἀμφὶ τὸν Κυνέγειρον καὶ Ἐπίζηλόν τε καὶ Καλλίμαχον. ἔστι δὲ καὶ οὗτοι καὶ ὁ κύων Μίκωνος γράμμα. οἳ δὲ οὐ τούτου, ἀλλὰ τοῦ Θασίου Πολυγνώτου φασίν.

39 Ὅσοι λέγουσι θῆλυν ἔλαφον κέρατα οὐ φύειν, οὐκ αἰδοῦνται τοὺς τοῦ ἐναντίου μάρτυρας, Σοφοκλέα μὲν εἰπόντα

νομὰς τέ τις κεροῦσσ᾽ ἀπ᾽ ὀρθίων πάγων
καθεῖρπεν ἔλαφος·