Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/256

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ταῖς αἰξί. φιλεῖ δὲ καὶ ἄλληλα ἰσχυρῶς, καὶ ὑπό γε τῶν λύκων ἐπιβουλεύεται ἧττον· οὐ γὰρ πλανᾶται ἰδίᾳ ἕκαστον, οὐδὲ μὴν ἀπὸ τοῦ συννόμου σχίζεται, ὥσπερ οὖν αἱ αἶγες. λέγουσι δὲ Ἄραβες ὅτι ἄρα τὰ παρ᾽ αὐτοῖς ποίμνια πιαίνεται ὑπὸ μουσικῆς μᾶλλον ἢ ὑπὸ τοῦ χιλοῦ. τῶν δὲ ἁλμυρῶν ἐσθίει ἥδιον· ποιεῖται γὰρ τὴν τοιαύτην τροφὴν ποτοῦ ὄψον. τά γε μὴν πρόβατα κἀκεῖνο οἶδεν, ὅτι αὐτοῖς ὁ βορρᾶς καὶ ὁ νότος συμμάχονται πρὸς τὸ τίκτειν οὐ μεῖον τῶν ἀναβαινόντων αὐτὰ κριῶν· οἶδε δὲ καὶ τοῦτο, ὅτι ἄρα ὁ μὲν βορρᾶς ἀρρενοποιός ἐστιν, ὁ δὲ νότος θηλυγόνος εἶναι πέφυκε· καὶ ἐὰν δέηται τοῦδε τοῦ ἐκγόνου ἢ τοῦδε ὀχευομένη ἡ οἶς, πρὸς τὸν ἀπέβλεψεν ἢ πρὸς τόν. Ἀχιλλεὺς μὲν οὖν ἵνα ὁ φίλος αὐτῷ κείμενος ἐπὶ τῆς πυρᾶς καυθῇ, καὶ εὐχῆς ἐδεῖτο, καὶ ἡ Ἶρις παρεκάλει τοὺς ἀνέμους αὐτῷ, ὦ καλὲ Ὅμηρε, καὶ ὑπισχνεῖτο ἥκουσιν ἱερουργίαν οἱονεὶ μισθόν, καὶ ὁ τοῦ Νεοκλέους δὲ Ἀθηναίους ἐδίδασκε θύειν τοῖς πνεύμασίν· αἱ δὲ οἶς ἀπραγμόνως τοὺς ἀνέμους ἐς ὠδῖνα τὴν σφετέραν ὑπηρέτας ἑτοίμους καὶ ἀκλήτους ἔχουσι. σκοποὶ δὲ ἄρα τούτων εἰσὶ καὶ οἱ ποιμένες ἀγαθοί. ὅταν γοῦν ὁ νότος πνέῃ, τότε τοὺς κριοὺς ἐπὶ τὰς οἶς ἄγουσιν, ἵνα ἡ γονὴ θηλυγόνος ᾖ αὐτοῖς μᾶλλον.

28 Ὅτε τὸν Ἰκάριον ἀπέκτειναν οἱ προσήκοντες τοῖς πρῶτον πιοῦσιν οἶνον καὶ ἐς ὕπνον ἐμπεσοῦσιν, οὐκ εἰδότες πω μὴ θάνατον εἶναι τὸ πραχθὲν ἀλλὰ οἰνηρὸν κάρον, ἐνόσησαν οἱ κατὰ τὴν Ἀττικήν, ἐμοὶ δοκεῖν τοῦ Διονύσου τιμωροῦντος τῷ πρώτῳ γεωργῷ τῶν ἑαυτοῦ φυτῶν καὶ πρεσβυτάτῳ. ὁ γοῦν Πύθιος ἔχρησεν, εἰ βούλονται τυχεῖν σωτηρίας, Ἰκαρίῳ θύειν καὶ Ἠριγόνῃ τῇ τούτου παιδὶ καὶ τῷ κυνὶ τῷ ᾀδο-