Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/255

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

σκέπης ἐν καλῷ ἦν· οἱ γάρ τοι τῶν οἰκετῶν δεκασθέντες, ὅσοι γοῦν τῇ δεσποίνῃ τὸ κακὸν συναπέκρυπτον (ἦσαν δὲ ἄρα ὅσοι κατόπτρων καὶ μύρων ἐπιστάται, φησὶν Εὐριπίδης, καὶ οἱ θυρωροὶ δέ) εἶτα μέντοι θαρρεῖν ἐποίουν τὸν τῆς εὐνῆς κλῶπα. οὐ μὴν ἀπήντησε ταύτῃ ταῦτα, ἐπεὶ καὶ πολλοῦ δεῖ· τὸ γάρ τοι κυνίδιον ὑλακτεῖ τε ἅμα καὶ μέντοι καὶ ταῖς θύραις τοὺς πόδας προσαράττει, ὡς ἐκπλῆξαι τὸν δεσπότην καὶ συμβαλεῖν ἐκ τοῦ δρωμένου κακὸν εἶναί τι ὑπολανθάνον. καὶ οἷα εἰκὸς τὰς θύρας ἐκβαλὼν τὸν μοιχὸν καταλαμβάνει. καὶ εἶχε ξίφος ἐκεῖνος, καὶ νύκτα ἀνέμενεν, ἵνα ἀποκτείνῃ τῆς οἰκίας τὸν δεσπότην καὶ τὴν προειρημένην ὑπογήμῃ γυναῖκα.

26 Σοφὰ δὲ αἰγῶν ἐστι καὶ ἐκεῖνα. πτύελον ἀνθρώπου θανατηφόρον εἶναι ζῴῳ ἑτέρῳ καλῶς ἴσασι καὶ φυλάττονται, ὥσπερ οὖν καὶ ἡμεῖς πειρώμεθα ἀποδιδράσκειν ὅσα ἀνθρώπῳ κακόν ἐστιν, εἴπερ οὖν ἀπογεύσαιτο αὐτῶν. ἤδη μέντοι τις καὶ ἄνθρωπος ἀγνοῶν καὶ λαθών τι κακὸν κατέπιεν, αἱ δὲ αἶγες, οὐκ ἂν αὐτὰς λάθοι τὸ προειρημένον. ἀποκτείνειν δὲ καὶ τὰς θαλαττίας σκολοπένδρας τὸ αὐτὸ δήπου πτύελον δεινότατόν ἐστι. μέλλουσα δὲ ἡ αἲξ ἀποσφάττεσθαι σαφῶς οἶδε. καὶ τὸ μαρτύριον, οὐκ ἂν ἔτι τροφῆς προσάψαιτο. οὐκ ἀξιοῖ δὲ προβάτων οὐραγεῖν, ἀλλὰ ἡγεῖσθαι αὐτὴν δεῖν καὶ ἐκ τῆς βαδίσεως ὁμολογεῖ. προθεῖ γοῦν ἐκείνων, καὶ μέντοι καὶ αὐτῶν τῶν αἰγῶν ὁ τράγος, τῷ γενείῳ θαρρῶν καὶ κατά τινα φύσιν θαυμαστὴν τοῦ θήλεος προκρίνων τὸ ἄρρεν.

27 Εὐπειθέστατα δὲ ἄρα τῶν ζῴων τὰ πρόβατα ἦν καὶ ἄρχεσθαι φύσει πεπαιδευμένα. ὑπακούει γοῦν καὶ τῷ νομεῖ καὶ τοῖς κυσί, καὶ μέντοι καὶ ἕπεται