Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/247

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

Ὀροίτου σπεύσας ὡς τὸν χρυσὸν ἁρπασόμενος καὶ ἄλλος

τεύχων ὡς ἑτέρῳ τις ἑῷ κακὸν ἥπατι τεύχει.

καὶ ταῦτα μὲν οὐκ οἶδε τὰ ἄλογα, ἄνθρωποι δὲ εἰδότες οὐ φυλάττονται. καὶ τί δεῖ γλώττης καὶ λόγων καὶ διδασκάλων καὶ πληγῶν, ὦ Κῦρε καὶ Πολύκρατες; τοὺς δὲ ἄλλους ἐῶ· τί γάρ μοι κωφοῖς καὶ ἀνοήτοις συμβουλεύειν τὰ λυσιτελέστατα;

12 Μέγα φρονείτωσαν αἱ Παιονίδες γυναῖκες καὶ τὸ φρύαγμα αἰρέτωσαν δρῶσαι τὰ ὑμνούμενα. ἔστι δὲ τοιαῦτα. τῇ μὲν κεφαλῇ φέρουσιν ὑδρίαν μεστὴν ὕδατος, καὶ τὸν αὐχένα ἀνέστησαν, ὥστε αὐταῖς βαδιζούσαις ἄτρεπτόν τε καὶ ἀκλινῆ διαμένειν τὴν ὑδρίαν· ἐξαρτήσασαι δὲ τοῦ κόλπου θηλάζουσι τὰ βρέφη, καὶ ἐς τὸν βραχίονα τὸν ῥυτῆρα ἐνάψασαι τὸν τοῦ γήμαντος ἵππον ἐς ἀρδείαν ἄγουσι, καὶ ταῖς χερσὶ νῶσι λίνον. ταῦτά τοι καὶ Δαρεῖος ἐθαύμασεν, ὅτε Παίονες νεανίαι τὴν ἑαυτῶν ἀδελφὴν οὕτω σκευάσαντες, δικάζοντος αὐτοῦ, παρήγαγον αὐτήν, ἵνα ἐς ἔρωτα ἐμπεσὼν τῆς οὕτως ἀθρόας αὐτουργίας ἕλῃ Παίονας. ἀλλὰ ἡ φύσις πόσῳ Παιονίδων σοβαρωτέρα. κύων θηράσασα ῾λαγὼς δὲ ἦν τὸ ἄγρευμα αὐτῇ, καὶ ἐκύει ἡ κύων᾽ ἐπεὶ τῆς σπουδῆς τῆς προκειμένης ἐτετυχήκει, τῷ μὲν δεσπότῃ τοῦ θηράματος ἀπέστη, ἀναχωρήσασα δὲ ἐννέα φασὶ σκύλακας ἀποκυήσασα εἶτα ἐξέθρεψεν αὐτούς. εἰ δὲ Λιγυστίνων αἱ γυναῖκες μέγα φρονοῦσιν ὅτι κἀκεῖναι τὴν ὠδῖνα ἀπολύσασαι καὶ ἐξαναστᾶσαι τῶν ἔργων ἔχονται τῶν κατὰ τὴν οἰκίαν, ἀκούσασαι τὸ τῆς κυνὸς ἔργον τῆς προειρημένης τοῦ φυσήματος ἀποστᾶσαι πάντως ἐγκαλύψονται.

13 Τὸ μὲν τοῦ ἡμιόνου τοῦ φιλοπόνου Ἀριστοτέλης