Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/246

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ταῦτα τοῖς ὅσοι Διὸς ἑταιρείου καὶ φιλίου τοῦ αὐτοῦ θεσμὸν πατήσαντες εἶτα μέντοι ζῶντας προύδοσαν τοὺς φίλους καὶ ἀποθανόντας· ἐγὼ δὲ οὐ πείθομαι τοῖς νοοῦσι κακῶς τὰ τῆς φύσεως καλά, ἥπερ οὖν εἰ τοῖς ἀλόγοις μετέδωκεν εὐνοίας τε καὶ στοργῆς, πάντως που καὶ τῷδε τῷ ζῴῳ τῷ λογικῷ μετέδωκε μᾶλλον. ἀλλὰ οὐ χρῶνται τῷ δώρῳ. καὶ τί δεῖ τὰ λοιπὰ ἐπιλέγειν ὁπόσα ἄνθρωποι ὑπὲρ τοῦ πονηροῦ κέρδους κακὰ τοὺς ἑαυτῶν φίλους εἰργάσαντο, ἐπιβουλὰς ῥάπτοντες καὶ προδιδόντες; ὡς ἔμεγε ἀλγεῖν εἴπερ οὖν ἀνθρώπων πιστότερος καὶ εὐνούστερος ἐλήλεγκται κύων.

11 Πολύποδος ἐς οὖς ἐμὸν καὶ ἐκεῖνο ἧκεν. ἦν πέτρα προήκουσα μέν, οὐ μὴν ἄγαν ὑψηλή. οὐκοῦν πολύπους ποτὲ ἀνερπύσας εἶτα ἥπλωσε τὰς πλεκτάνας, καὶ μάλα γε ἀσμένως ὑπεθάλπετο ῾καὶ γὰρ οὖν καὶ χειμέρια ἐδόκει πωσ᾽, οὐ μὴν ἑαυτὸν ἐς τὴν χρόαν τῆς πέτρας ἐκτρέψας ἤδη ἦν. πεφύκασι δὲ ἄρα δρᾶν τοῦτο οἱ πολύποδες τὰς ἐς ἑαυτοὺς ἐπιβουλὰς φυλαττόμενοι καὶ μέντοι καὶ αὐτοὶ τοὺς ἰχθῦς ἐλλοχῶντες. ἰδὼν οὖν ὀξὺ μέν, ἑαυτῷ δὲ οὐκ ἀγαθὸν τὸ θήραμα ἀετός, ὡς ὁρμῆς τε ἅμα καὶ πτερῶν εἶχεν ἐμπηδᾷ τῷ πολύποδι, καὶ μέντοι καὶ δεῖπνον ἕξειν ἕτοιμον ἑαυτῷ τε καὶ τοῖς παισὶ τοῖς ἑαυτοῦ κατέγραφεν. πλόκαμοι δὲ ἄρα ἐκείνου περιβάλλουσι τῷ ἀετῷ σφᾶς αὐτούς, καὶ ἀπρὶξ ἐχόμενοι εἶτα ἕλκουσι κάτω τὸν ἔχθιστον, καὶ χανὼν λύκος ὡς ἂν εἴποις εἶτα μέντοι νεκρὸς ἐπενήχετο τῇ θαλάττῃ ὁ ἀετὸς ὑπὲρ τοῦ δείπνου. μυρία μὲν δὴ τοιαῦτα πάσχουσιν ὄρνιθες, πλείω δὲ ἄνθρωποι· ἐν δὲ τοῖς ᾀδομένοις ὑφ᾽ Ἡροδότου Μασσαγέταις ὁ Καμβύσου Κῦρος ὁ ἕτερος καὶ μέντοι καὶ Πολυκράτης ἐς