Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/243

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ποι ἀναμένουσαι, ἵνα τὴν ταχίστην συνελάσῃ αὐτάς. καὶ Ἵππαρχος μὲν ἐπὶ Ἱέρωνος τοῦ τυράννου καθήμενος ἐν θεάτρῳ καὶ φορῶν διφθέραν, ὅτι τὸν μέλλοντα χειμῶνα ἐκ τῆς παρούσης αἰθρίας προηπίστατο ἐξέπληξε· καὶ ἐθαύμαζεν Ἱέρων αὐτόν, καὶ Νικαεῦσι τοῖς Βιθυνοῖς συνήδετο ὅτι Ἱππάρχου πολίτου ἔτυχον· ἐν Ὀλυμπίᾳ δὲ θεώμενον Ἀναξαγόραν ἐν διφθέρᾳ καὶ αὐτὸν τὰ Ὀλύμπια ἐπιρραγέντος ὑετοῦ τὸ Ἑλληνικὸν πᾶν ᾖδεν, καὶ θειότερα νοεῖν ἢ κατὰ τὴν θνητὴν φύσιν ἐκόμπαζεν. ὅτι δὲ βοῦς, ἐὰν μέλλῃ ὕειν ὁ Ζεύς, ἐπὶ τὸ ἰσχίον τὸ δεξιὸν κατακλίνεται, ἐὰν δὲ εὐδία, πάλιν ἐπὶ τὸ λαιόν, θαυμάζει ἤ τις ἢ οὐδείς. καὶ ἐκεῖνα δὲ προσακήκοα ἐκπλῆξαι ἱκανά. βοῦς ἐὰν βοᾷ καὶ ὀσφραίνηται, ὕειν ἀνάγκη. ἄδην δὲ βόες καὶ πέρα τοῦ ἔθους ἐσθίοντες δηλοῦσι χειμῶνα. πρόβατα δὲ ὀρύττοντα ταῖς ὁπλαῖς τὴν γῆν ἔοικε σημαίνειν χειμῶνα, ἀναβαινόμενα δὲ τὰ αὐτὰ πρωὶ πρώιον χειμῶνα ὁμολογεῖ. κοιμώμεναι δὲ ἀθρόαι αἱ αἶγες τὰ αὐτὰ ὁμολογοῦσιν. ὕες δὲ ἐν τοῖς ἀρώμασι φαινόμεναι ὑετοῦ φυγὴν διδάσκουσιν. ἄρνες δὲ ἄρα καὶ ἔριφοι ἀλλήλοις ἐμπηδῶντές τε καὶ ὑποσκιρτῶντες φαιδρὰν ἡμέραν ὁμολογοῦσιν. γαλαῖ δὲ ὑποτρίζουσαι καὶ μύες ἐκείναις δρῶντες τὰ αὐτὰ χειμῶνα ἔσεσθαι συμβάλλονται ἰσχυρόν. λύκοι δὲ φεύγοντες ἐρημίας καὶ εὐθὺ τῶν οἰκουμένων ἰόντες χειμῶνος ἐμβολὴν μέλλοντος ὅτι πεφρίκασι μαρτυροῦσι δι᾽ ὧν δρῶσι. λέοντος δὲ ἐν τοῖς καρπίμοις χωρίοις ἐπιδημία αὐχμὸν δηλοῖ. σκιρτῶντά γε μὴν τὰ ὑποζύγια καὶ βοῶντα τοῦ ἔθους μᾶλλον νοτερὸν χειμῶνα ἐσόμενον δηλοῖ· εἰ δὲ καὶ ταῖς ὁπλαῖς κόνιν προσαναβάλλοι, ταὐτὰ ταῦτα δηλοῖ που. λαγῲ δὲ ἐν τοῖς αὐτοῖς χωρίοις ὁρώμενοι πολ-