Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/242

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

μίαν διδάσκουσι. κολοιοὶ δὲ ἱερακίζοντες, ὡς ἐκεῖνος λέγει, καὶ πετόμενοι πῆ μὲν ἀνωτέρω πῆ δὲ κατωτέρω, κρυμὸν καὶ ὑετὸν δηλοῦσι. κορώνη δὲ ἐπὶ δείπνου ὑποφθεγγομένη ἡσυχῆ, ἐς τὴν ὑστεραίαν εὐδίαν παρακαλεῖ. φανέντες δὲ ὄρνιθες πολλοὶ μὲν τὸν ἀριθμόν, λευκοὶ δὲ τὴν χρόαν, χειμὼν ὅτι ἔσται πολὺς ἐκδιδάσκουσι. νῆτται δὲ καὶ αἴθυιαι πτερυγίζουσαι πνεῦμα δηλοῦσιν ἰσχυρόν. ὄρνιθες δὲ ἐκ τοῦ πελάγους ἐς τὴν γῆν σὺν ὁρμῇ πετόμενοι μαρτύρονται χειμῶνα. ἐρίθακος δὲ ἐς τὰ αὔλια καὶ τὰ οἰκούμενα παριὼν δῆλός ἐστι χειμῶνος ἐπιδημίαν ἀποδιδράσκων. ἀλεκτρυόνες γε μὴν καὶ ὄρνιθες οἱ ἠθάδες πτερυσσόμενοι καὶ φρυαττόμενοι καὶ ὑποτρύζοντες χειμῶνα δηλοῦσιν. ἀπειλοῦσι δὲ πνεῦμα λουόμεναί γε ὄρνιθες, καὶ ἀνέμων τινὰς ἐμβολὰς ὑποφαίνουσι. χειμῶνος δὲ ὄντος ἐς ἀλλήλους ὄρνιθες πετόμενοι καὶ δι᾽ ἀλλήλων θέοντες σημαίνουσιν εὐδίαν. ὄρνιθες δὲ ἀθροιζόμενοι περί τε λίμνας καὶ ποταμῶν ὄχθας χειμῶνα ἐσόμενον οὐκ ἀγνοοῦσι. πάλιν τε ὄρνιθες οἱ μὲν θαλάττιοι καὶ οἱ λιμναῖοι ἐς τὴν γῆν ἰόντες ὡς ἔσται χειμὼν πολὺς οὐκ ἀγνοοῦσιν, οἱ δὲ χερσαῖοι σπεύδοντες ἐς τὰ νοτερὰ εὐδίας ἄγγελοί εἰσιν, ἐὰν μέντοι σιωπῶσιν.

8 Αἰγυπτίων ἀκούω λεγόντων τὸν ὄρυγα συνιέναι τὴν τοῦ Σειρίου ἐπιτολὴν πρῶτον, καὶ μαρτύρεσθαι τῷ πταρμῷ αὐτήν. νεανιεύονται δὲ καὶ οἱ Λίβυες ἀνὰ κράτος φάσκοντες καὶ τὰς αἶγας παρ᾽ αὐτοῖς προειδέναι τὸ αὐτὸ δήπου τοῦτο. αὗται μὲν καὶ μέλλοντα ὑετὸν προδηλοῦσιν. ἐπειδὰν γὰρ προέλθωσι τῶν σηκῶν, δρόμῳ καὶ μάλα γε ὤκιστα ὁρμῶσιν ἐπὶ τὸν χιλόν· εἶτα ἐμπλησθεῖσαι αὑτὰς ἐπιστρέφουσιν ἐς τὰ οἰκεῖα, καὶ ὁρῶσαι ἐκεῖσε ἀτρεμοῦσι, τὸν ποι-