Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/237

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

φείς, τοῦ φθέγματος ἀκούει, καὶ συρίσας ὀξύ, οἷον ὠργισμένος, ἐξέπληξέ τε ἐκείνους, τρόμος τε αὐτοὺς καταλαμβάνει, καὶ πᾶν ὅσον ἦν κακοῦργον διασπείρονται ἄλλος ἄλλῃ, καὶ μέντοι καὶ καταληφθέντας τινὰς οἰκτίστῳ διαφθείρει θανάτῳ· τοῦ γε μὴν παλαιοῦ τὰ τραύματα καθήρας φίλου καὶ πᾶν ὅσον ἔνθηρον ἦν τοῦτο παραπέμψας, ᾤχετο ἀπιὼν ἔνθα αὐτὸν ἐξέθεσαν, οὔτε μηνίσας ὑπὲρ τῆς ῥίψεως, οὔτε ὡς οἱ κακοὶ τῶν ἀνθρώπων περιιδὼν ἐν κινδύνῳ ὄντα τὸν τέως φίλτατον.

64 Ἡ ἀλώπηξ πονηρὸν ζῷόν ἐστιν, ἔνθεν τοι καὶ κερδαλέην οἱ ποιηταὶ καλεῖν φιλοῦσιν αὐτήν· πονηρὸν δὲ καὶ ὁ χερσαῖος ἐχῖνός ἐστι. καὶ ὃ μὲν ἑαυτὸν συνειλήσας κεῖται, θεασάμενος ἥκουσαν τὴν ἀλώπεκα, ἣ δὲ χανεῖν τε καὶ ἐνδακεῖν οὐ δυναμένη, κᾆτα οὔρησεν αὐτοῦ ἐς τὸ στόμα· ὃ δὲ ἀποπνίγεται, τοῦ πνεύματος ἔνδον ἐκ τῆς συνειλήσεως κατεσχημένου καὶ ἐπιρρέοντός οἱ τοῦ προειρημένου, καὶ μέντοι καὶ τὸν τρόπον τοῦτον κακὸν κακὴ περιελθοῦσα τὸν ἐχῖνον ἡ ἀλώπηξ ᾕρηκεν αὐτόν. ἀνωτέρω δὲ θήρα λέλεκται ἄλλη.

65 Περὶ τὸ Κωνώπιον οὕτω καλούμενον ῾χῶρος δὲ ἄρα τῆς Μαιώτιδός ἐστἰ τοῖς ἀσπαλιευταῖς τε καὶ θαλαττουργοῖς ἀνδράσιν οἱ λύκοι πιστῶς παραμένουσι, καὶ εἰ θεάσαιο, οὐκ ἂν εἴποις αὐτοὺς κυνῶν οἰκουρούντων διαφέρειν. ἐὰν μὲν οὖν ἀπολάχωσι τῆς ἄγρας τῆς θαλαττίου μοίρας οἵδε οἱ λύκοι, εἰρηναῖα αὐτοῖς πρὸς τοὺς ἁλιέας καὶ ἔνσπονδά ἐστιν· εἰ δὲ μή, διαξαίνουσιν αὐτῶν τὰ δίκτυα καὶ ἀφανίζουσι, καὶ ἔδοσαν ὑπὲρ τῆς σφετέρας ἀμοιρίας ζημίαν οἱ λύκοι αὐτοῖς.