Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/235

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

δὲ ὁμιλία οὐκ ἄν ποτε ἐμφανὴς γένοιτο, οὐδὲ ὁρώντων οἱονεὶ μαρτύρων· ἀλλὰ εἴτε αἰδῶ φαμεν εἴτε φύσεως δῶρον ἀπόρρητον, ταῦτα Δημοκρίτῳ τε καὶ τοῖς ἄλλοις καταλείπωμεν ἐλέγχειν τε καὶ τὰς αἰτίας λέγειν ἱκανοῖς ὑπὲρ τῶν ἀτεκμάρτων τε καὶ οὐ συμβλητῶν. ἤδη δὲ καὶ ὁ νομεὺς ἀπαλλάττεταί ποι, ὅταν αἴσθηται τῆς συμφοιτήσεως αὐτοῖς τῆς πρὸς ἀλλήλους τὴν ὁρμήν, ὥσπερ οὖν ἀφιστάμενος παριοῦσιν ἐς θάλαμον νύμφῃ τε καὶ νυμφίῳ.

61 Λυκοῦργος δὲ νομοθετεῖ νόμον φιλανθρωπότατον, ὡς ἐγᾦμαι, θάκων τε καὶ ὁδῶν ἀφίστασθαι τοῖς πρεσβυτέροις τοὺς νεωτέρους αἰδοῖ χρόνου ἐς ὃν εὔχονται πάντες ἀφικέσθαι, ἐάνπερ οὖν αὐτοῖς πεπρωμένον τοῦτο δήπου ᾖ. πῶς δὲ ὁ γενναῖος ὁ τοῦ Εὐνόμου δύναιτο ἂν τοῖς τῆς φύσεως νόμοις ἁμιλλᾶσθαί τε καὶ ἀντικρίνεσθαι; ἐπαΐουσι γοῦν τὸ τῶν ἐλεφάντων γένος, ὦ Λυκοῦργοί τε καὶ Σόλωνες καὶ Ζάλευκοι καὶ Χαρῶνδαι, ὧνπερ οὖν ὑμεῖς νομοθετεῖτε οὐδὲ τὴν ἀρχήν, καὶ ὅμως δρῶσι τοιαῦτα, καὶ τροφῆς ἀφίστανται τοῖς πρεσβυτέροις οἱ νέοι, καὶ γήρᾳ παρειμένους θεραπεύουσιν αὐτούς, καὶ κινδύνων ῥύονται, καὶ ἐς ὀρύγματα ἐμπεσόντας οἳ δὲ ἀνάγουσι, φρυγάνων τινὰς ἀγκαλίδας καὶ φακέλους ἐμβαλόντες, οἷσπερ οὖν ὡς ἀναβαθμοῖς χρώμενοι ἐκεῖνοι εἶτα ἀνίασι γήρᾳ βαρεῖς ὄντες. ποῦ δαὶ ἠλόησε πληγαῖς πατέρα ἐλέφας; ποῦ δαὶ ἀπεκήρυξεν ὁ πατὴρ ὀ ἐν τούτοις τὸν υἱόν; ὑμῖν δὲ ἴσως, ὦ ἄνθρωποι, δοκῶ λέγειν μύθους τεχνίταις (εἰ τἀληθῆ λέγειν ἐθέλοιμεν) καὶ ποιηταῖς οὖσι τῶν μύθων τῶν ἀπιστουμένων.

62 Φιλοδέσποτον μὲν ὥς ἐστιν ὁ κύων, τεκμηριοῖ καὶ τὰ ἤδη λεχθέντα, χρὴ δὲ ἄρα τάττειν σὺν αὐτοῖς καὶ ἐκεῖνό γε δήπου. Γέλων ὁ Συρακόσιος καθεύδων