Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/232

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

χωρεῖ. καὶ διὰ ταῦτα οὐ πίνουσιν ἐπικύψαντες, ὡς ἂν μή τι τῶν κάτωθεν ἀνερπύσαν εἶτα ἐξαρπάσῃ αὐτούς. οὐκοῦν τὴν μὲν ὄχθην παραθέουσι, λάπτουσι δὲ τῇ γλώττῃ, ἁρπάζοντες ὡς ἂν εἴποι τις ἢ καὶ νὴ Δία κλέπτοντες τὸ πῶμα.

54 Ἐχῖνος, οὐχ ὁ θαλάσσιος, ἀλλ᾽ ὁ χερσαῖος, πολλὰ μὲν καὶ ἄλλα ὥς ἐστι πανοῦργος ἤδη μοι λέλεκται, ὃ δὲ οὐκ εἶπον αὐτοῦ δολερὸν ἔργον, τοῦτο εἰρήσεται τὰ νῦν. μέλλων ἁλίσκεσθαι ἑαυτὸν συνειλήσας ἄληπτον ἐργάζεται, εἶτα μέντοι καὶ πιέζει τὸ πνεῦμα καὶ ἀκίνητος ἀτρεμεῖ καὶ τὸν τεθνεῶτα ὑποκρίνεται.

55 Αἱ λεπάδες, οὐκ ἂν αὐτὰς ἀποσπάσειας τῶν πετρῶν, οὐδὲ εἰ λάβοις δακτύλοις τοῖς τοῦ Μίλωνος, ὅσπερ οὖν ἐγκρατέστατα καὶ εὐλαβέστατα τὴν ῥοιὰν κατεῖχεν, ὡς μὴ αὐτὴν ἀφελέσθαι τῶν ἀντιπάλων τινὰ τῆς δεξιᾶς αὐτοῦ. ὅστις δὲ ἐπιχειρεῖ λεπάδα ἀποσπάσαι τῆς πέτρας, ᾗ προσέχεται, γελᾶται μογῶν καὶ παρέχει θυμηδίαν. ἀδυνατεῖ γοῦν ἐγκρατὴς οὗ σπεύδει γενέσθαι. ξυομένη δὲ σιδήρῳ σχίζεται ἀπὸ τῆς πέτρας ὀψέ.

56 Στρατεύονται δὲ ἄρα οἱ Λίβυες οὐ μόνον ἐπὶ τοὺς γείτονας, ἵνα αὐτῶν πλέον ἔχωσιν, ἀλλὰ καὶ ἐπὶ τοὺς ἐλέφαντας. καὶ ἴσασί γε ἐκεῖνοι τῆς ὁδοῦ τῆς ἐπ᾽ αὐτοὺς τὴν ὑπόθεσιν οὐδὲν ἕτερον εἶναι ἢ τοὺς ὀδόντας. οἱ τοίνυν πηρωθέντες τὸν ἕτερον ἐπὶ μετώπου ἑστᾶσι, τῶν λοιπῶν προβαλλομένων αὐτούς, ἵνα οἳ μὲν ὑποδέχωνται τὴν πρώτην ὁρμήν, οἳ δὲ ἀμύνωσιν ἀκεραίῳ τῇ τῶν ὀδόντων ῥώμῃ καὶ ἰσοπαλεῖ, ἴσως δὲ τῶν Λιβύων καὶ καταφιλοσοφοῦντες καὶ ἐπιδεικνύντες αὐτοῖς ὅτι ἄρα οὐχ ὑπὲρ μεγάλου τοῦ ἄθλου κινδυνεύσοντες ἥκουσι. χρῶνται δὲ ἄρα τῷ