Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/225

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἐκεῖθι τοὺς μῦς δρᾶν. πεπίστευται δὲ καὶ ἐξ οἰκίας ἁπάσης, ἥτις μέλλει πεσεῖσθαι, ᾗ ποδῶν ἔχουσι μετοικίζεσθαι πάντας. ἰδιότης δὲ ἄρα μυῶν καὶ ἐκείνη. ἐπειδὰν ἀκούσωσι γαλῆς τριζούσης ἢ συρίττοντος ἔχεως, ἐκ τῆς μυωπίας τῆς μιᾶς τὰ ἑαυτῶν βρέφη ἄλλο ἄλλῃ μετοικίζουσιν.

42 Λόγον δὲ Ἰταλὸν τῇ Συβαριτῶν πόλει συνακμάσαντος ἔργου μνημονεύοντα καὶ φοιτήσαντα ἐς ἐμὲ εἰπεῖν οὐ χεῖρόν ἐστι. τὴν ἡλικίαν ἀντίπαις, αἰπόλος τὸ ἐπιτήδευμα, ὄνομα Κρᾶθις, ἐς ὁρμὴν ἀφροδίσιον ἐμπεσὼν τῇ τῶν αἰγῶν ἰδεῖν ὡραιοτάτῃ μίγνυται, καὶ τῇ ὁμιλίᾳ ἥσθη, καὶ εἴ ποτε ἐδεῖτο ἀφροδίτης ὡς αὐτὴν ἐφοίτα, καὶ εἶχεν ἐρωμένην αὐτήν· καὶ μέντοι καὶ οἷα λαμβάνειν ἠδύνατο δῶρα, τοιαῦτα ὁ ἐραστὴς αἰπόλος τῇ ἐρωμένῃ τῇ προειρημένῃ προσέφερε, καὶ κυτίσου ποτὲ τοὺς ὡραιοτάτους ἀκρεμόνας καὶ μίλακος πολλάκις καὶ σχίνου τραγεῖν παρέσχε, τὸ στόμα ἀποφαίνων αὑτῷ, εἰ δεηθείη φιλῆσαι, εὐῶδες αὐτῆς. ἀλλὰ καὶ στιβάδα ἐγκαθεύδειν ὡς νύμφῃ παρεσκεύασεν ἁβροτάτην τε καὶ μαλθακήν. οὔκουν ἀμελῶς ταῦτα ἐθεάσατο ὁ τῆς ἀγέλης ἡγεμὼν τράγος, ἀλλὰ αὐτὸν ἔσεισι ζηλοτυπία. καὶ κατέκρυπτε μὲν τέως τὸν θυμόν, καθήμενον δὲ αὐτόν ποτε ἐλλοχᾷ καὶ καθεύδοντα· ἦν δὲ ἄρα ἐμβαλὼν τὸ πρόσωπον ἐς τὸν κόλπον. ὡς οὖν εἶχε δυνάμεως τὴν κεφαλὴν προσήραξε, καὶ διέθρυψέν οἱ τὸ βρέγμα. διαρρεῖ τοίνυν ἐς τοὺς ἐπιχωρίους τὰ πραχθέντα, καὶ τῷ μὲν οὐκ ἀφανῆ τάφον ἀνέστησαν, ἐξ αὐτοῦ δὲ τὸν ποταμὸν Κρᾶθιν ὠνόμασαν. γίνεται δὲ ἐκ τῆς ὁμιλίας τῆς πρὸς τὴν αἶγα παιδίον, καὶ ἦν αἲξ τὰ σκέλη, τὸ πρόσωπον ἄνθρωπος. τοῦτον καὶ ἐκθεωθῆναι λόγος ἔχει, καὶ θεὸν ὑλαῖόν τε καὶ