Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/217

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ὕαινα δὲ τῇ παρδάλει, σκορπίῳ δὲ ἀσκαλαβώτης· νάρκη γοῦν τὸν σκορπίον καταλαμβάνει προσαχθέντος οἱ τοῦ ζῴου τοῦ προειρημένου. δράκοντα δὲ ἐλέφας ὀρρωδεῖ· ὑποζύγιον δὲ πᾶν τὴν μυγαλῆν οὐ θαρρεῖ, ἀστακὸς δὲ πολύποδα. καὶ μέντοι καὶ προωθούμενοι ἐκ τῶν τεγῶν οἱ κύνες, οὐκ ἂν αὐτοὺς ῥίψειας· τοῦ γάρ τοι κινδύνου δεδοίκασι τὸ μέγεθος.

23 Οἷα δὲ ἄρα σοφίσματα καὶ τοῖς σκορπίοις ἡ φύσις ἔοικε δοῦναι καὶ τοῖσδε ἴδια. οἱ Λίβυες τὸ πλῆθος αὐτῶν ὑφορώμενοι καὶ τὰ τεχνάσματα μηχανὰς αὐτοῖς μυρίας ἀντεπινοοῦσι κοῖλα ὑποδήματα φοροῦντες καὶ ὑψηλοὶ καὶ μετέωροι καθεύδοντες καὶ τῶν τοίχων ἀναστέλλοντες τὰς κειρίας καὶ τῶν κλινῶν τοὺς πόδας ἐς ὑδρίας ὕδατος πεπληρωμένας ἐντιθέντες, καὶ οἴονται τὸ λοιπὸν ἐν ἀδείᾳ τε καὶ εἰρήνῃ καθεύδειν πολλῇ. οἳ δὲ ὁποῖα παλαμῶνται. σκορπίος εἰ λάβοιτο ὁπόθεν ἑαυτὸν ἐξαρτήσει κατὰ τοῦ ὀρόφου, ἔχεται τούτου ταῖς χηλαῖς καὶ μάλα ἐγκρατῶς καὶ καθῆκε τὸ κέντρον. οὐκοῦν ὁ δεύτερος κάτεισιν ἐκ τῆς στέγης, καὶ διὰ τοῦ πρώτου καθέρπει, καὶ τοῦ κέντρου τοῦ ἐκείνου ἔχεται καὶ αὐτὸς ταῖς χηλαῖς, καὶ τό γε ἑαυτοῦ μετέωρον εἴασε κέντρον· καὶ ὁ τρίτος ἐκεῖθεν ἔχεται, καὶ ὁ τέταρτος ἐκ τοῦ τρίτου, καὶ ὁ πέμπτος κατὰ στοῖχον, καὶ οἱ ἐπ᾽ ἐκείνοις διὰ τῶν πρώτων καθέρποντες. εἶτα ὁ τελευταῖος ἔπαισε τὸν καθεύδοντα καὶ διὰ τῶν ἀνωτέρω ἀνέρπει, καὶ ὁ μετ᾽ ἐκεῖνον καὶ ὁ κάτωθεν τρίτος καὶ οἱ λοιποί, ἔστε οἱ πάντες ἀλλήλων ἀπελύθησαν οἷα δήπου λύσαντες ἅλυσιν.

24 Δολερὸν χρῆμα ἡ ἀλώπηξ. ἐπιβουλεύει γοῦν τοῖς χερσαίοις ἐχίνοις τὸν τρόπον τοῦτον. ὀρθοὺς αὐτοὺς