Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/216

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

καὶ ἡ σάλπιγξ καὶ ἡ ἴυγξ καὶ ὁ κόραξ. καὶ ὁ μὲν ἄνθος ὑποκρίνεται χρεμέτισμα ἵππου, τὴν σάλπιγγα δὲ ἡ ὁμώνυμος, καὶ τὸν πλάγιον ἡ ἴυγξ αὐλόν· βούλεται δὲ τῶν ὄμβρων μιμεῖσθαι τὰς σταγόνας ὁ κόραξ.

20 Σκορπίων μὲν ὁ ἄρρην ἐστὶ χαλεπώτατος, ὁ δὲ θῆλυς δοκεῖ πραότερος. ἀκούω δὲ αὐτῶν λευκὸν εἶναι καὶ αὖ πάλιν πυρρόν τινα, καὶ καπνώδη ἄλλον καὶ μέλανα ἐπὶ τούτοις· πέπυσμαι δὲ καὶ χλωρὸν καὶ γαστρώδη τινά καὶ καρκινώδη ἄλλον· τόν γε μὴν χαλεπώτατον φλογώδη ᾄδουσι. παρείληφα δὲ ἄρα φήμῃ καὶ πτερωτοὺς καὶ δικέντρους τινάς· καί που ἑπτὰ ἔχων σφονδύλους ὤφθη τις. σκορπίος δὲ οὐκ ᾠὰ ἀλλὰ ζῷα ἀποτίκτει. χρὴ δὲ εἰδέναι ὅτι καί φασί τινες οὐκ ἐκ τῆς πρὸς ἀλλήλους ὁμιλίας γίνεσθαι τὴν ἐπιγονὴν τοῖς ζῴοις τοῖσδε, ἀλλ᾽ ἐς τὰ καύματα ἄγαν τίκτειν σκορπίους. ἐγχρίσας δὲ ἕκαστος αὐτῶν τὸ κέντρον ὁποῖα ἐργάζεται καὶ ἀναιρεῖ τίνα τρόπον ἀλλαχόθεν εἴσεσθε.

21 Ἐν Ἰνδοῖς, ὡς ἀκούω, ἐλέφας καὶ δράκων ἐστὶν ἔχθιστα. οὐκοῦν οἱ μὲν ἐλέφαντες ἀποσπῶντες τῶν δένδρων τοὺς κλάδους, ἐκείνους νέμονται. ὅπερ οὖν εἰδότες οἱ δράκοντες ἐπ᾽ αὐτὰ μὲν ἀνέρπουσιν, τὸ δὲ ἥμισυ σφῶν αὐτῶν τὸ οὐραῖον τῶν δένδρων περιβάλλουσι τῇ κόμῃ, τὸ δὲ ἐς τὴν κεφαλὴν προῖὸν ἥμισυ μεθῆκαν καλωδίου δίκην ἀπηρτημένον. καὶ ὃ μὲν προσῆλθεν ἀποδρέψασθαι τῶν ἀκρεμόνων ὁ ἐλέφας, ὁ δὲ δράκων ἐμπηδᾷ τοῖς ὀφθαλμοῖς καὶ ἐξορύττει, εἶτα τῷ τραχήλῳ περιερπύσας, τείνων τῷ οὐραίῳ μέρει καὶ σφίγγων θατέρῳ ἀπάγχει τὸ θηρίον ἀήθει βρόχῳ καὶ καινῷ.

22 Ἔχθιστα δὲ τῷ μὲν λέοντι πῦρ καὶ ἀλεκτρυών,