Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/214

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ξας. ἀμειβόμενοι δὲ Ἰασεῖς τὴν φιλίαν ἐκείνων τὴν ἰσχυράν, ἀπέφηναν τάφον κοινὸν ὡραίου μειρακίου καὶ δελφῖνος ἐρωτικοῦ, καὶ στήλην ἐπέστησαν. καλὸς παῖς ἱππεύων ἐπὶ δελφῖνος ἦν. καὶ νόμισμα δὲ ἀργύρου καὶ χαλκοῦ εἰργάσαντο, καὶ ἐνέθλασαν σημεῖον τὸ ἀμφοῖν πάθος, καὶ μνήμῃ παρέδοσαν ἔργον τοῦ τοσούτου θεοῦ τιμῶντες οἱ ἐκεῖθι. πυνθάνομαι δὲ καὶ ἐν τῇ Ἀλεξάνδρου πόλει κατὰ τὸν Πτολεμαῖον τὸν δεύτερον ἐρασθῆναι δελφῖνα ἔρωτα παραπλήσιον καὶ ἐν Δικαιαρχίᾳ τῆς Ἰταλίας. ἅπερ οὖν εἰ Ἡρόδοτος ἔγνω, οὐκ ἂν ἐμοὶ δοκεῖν ἐθαύμασε τῶν ἐπ᾽ Ἀρίονι τῷ Μηθυμναίῳ ἧττον αὐτά.

16 Λιμοῦ μέλλοντος ἐπιδημεῖν αἰσθητικῶς ἔχουσι κύνες καὶ βόες καὶ ὗς καὶ αἶγες καὶ ὄφεις καὶ ζῷα ἄλλα, καὶ λοιμοῦ δὲ ἀφιξομένου συνίησι πρώτιστα καὶ σεισμοῦ. προγινώσκει δὲ καὶ ὑγίειαν ἀέρων καὶ εὐφορίαν καρπῶν. καὶ λόγου μὲν οὐ μετείληχε τοῦ καὶ σώζειν καὶ ἀποκτείνειν δυναμένου, τῶν γε μὴν προειρημένων οὐ διαμαρτάνει.

17 Ἐν τῇ τῶν καλουμένων Ἰουδαίων γῇ ἢ Ἰδουμαίων ᾖδον οἱ ἐπιχώριοι καθ᾽ Ἡρώδην τὸν βασιλέα ἐρασθῆναι μείρακος ὡρικῆς δράκοντα μεγέθει μέγιστον, ὅσπερ οὖν ἐπιφοιτῶν εἶτα μέντοι τῇ προειρημένῃ συνεκάθευδε σφόδρα ἐρωτικῶς. οὐκοῦν ἡ μείραξ τὸν ἐραστὴν οὐκ ἐθάρρει, καίτοι προσέρποντα ὡς ἐνῆν πραότατά τε καὶ ἡμερώτατα. ὑπεξῆλθεν οὖν, καὶ διέτριψε μῆνα, οἷα δήπου λήθην τοῦ δράκοντος ἕξοντος κατὰ τὴν τῆς ἐρωμένης ἀποδημίαν. τῷ δὲ ἄρα ἡ ἐρημία ἐπέτεινε τὸ πάθος, καὶ ἐφοίτα μὲν ὁσημέραι καὶ νύκτωρ· οὐ μὴν ἐντυγχάνων ᾗ ἠβούλετο, ὡς ἐραστὴς ἀτυχῶν ἐν τῷ πόθῳ καὶ ἐκεῖνος ἤλγει. ἐπεὶ δὲ ἡ ἄνθρωπος ὑπέστρεψεν αὖθις,