Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/211

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

οὐ Θεοδέκτου, οὐκ ἄλλου τινὸς τῶν ἐς τόδε τὸ ἐπάγγελμα καὶ τήνδε τὴν σοφίαν κεκηρυγμένων. ἔνθα γοῦν ἀφῃρέθη ἡ βοῦς τὸν μόσχον, ἐνταῦθα ἐλθοῦσα ὠδύρατο μυκηθμῷ συντρόφῳ τὸ πάθος. καὶ βόες μέντοι ὑπὸ ζυγὸν ἰέναι μέλλοντες οἳ μὲν μειδιῶσιν, οἳ δὲ ἐπὶ πόδα ἀναχωροῦσιν. ἵππος δὲ ὅταν ἀκούσῃ ψαλίων κρότον καὶ χαλινοῦ κτύπον, καί προστερνίδιά τε καὶ προμετωπίδια θεάσηται, φριμάττεται ἐνταῦθα, καὶ τὰς ὁπλὰς σκιρτῶν ἐπικροτεῖ καὶ ἐνθουσιᾷ, ἥ τε τῶν ἱπποβοσκῶν βοὴ ἐγείρει αὐτόν, καὶ τὰ ὦτα ὤρθωσεν αὐτὸς καὶ τοὺς μυκτῆρας διέστησε μνήμῃ δρόμου καὶ συνηθείας ἴυγγι ἀμάχῳ.

11 Τίκτει δὲ ἔλαφος παρὰ τὰς ὁδούς, καὶ ἔοικέ γε σοφίᾳ τοῦτο δρᾶν· δέδοικε γὰρ τὰ θηρία καὶ τὰς ἐξ αὐτῶν ἐπιβουλάς, τοὺς δὲ ἀνθρώπους θαρρεῖ. καὶ ἐκείνων μὲν πεπίστευκεν ἀσθενεστέρα οὖσα, τούτους δὲ ἀποδρᾶναι δύνασθαι οὐκ ἀμφιβάλλει. καταπιανθεῖσα δὲ οὐκ ἂν ἔτι τέκοι παρὰ τὰς ὁδούς· οἶδε γὰρ ὅτι δραμεῖν ἐστι νωθεστέρα. τίκτει οὖν ἐν τοῖς ἄγκεσι καὶ ἐν τοῖς δρυμοῖς καὶ ἐν τοῖς αὐλῶσι.

12 Ἡ χερσαία χελώνη διατραγοῦσα ὀριγάνου παρ᾽ οὐδὲν ποιεῖται τὸν ἔχιν. ἐὰν δὲ ἀπορήσῃ αὐτοῦ, πηγάνου ἐμφαγοῦσα ὥπλισται πρὸς τὸν ἐχθρόν. ἐὰν δὲ ἐκατέρου ἀτυχήσῃ, ἀνῄρηται.

13 Ὁ ἔλαφος, ὡς ἀκούω, τὰ παρόντα ἀγαπᾷ, καὶ οὐκ ἐρᾷ πλειόνων, ἀλλὰ σωφρονεῖ περὶ τὴν γαστέρα τῶν ἀνθρώπων μᾶλλον. περὶ γοῦν τὸν Ἑλλήσποντόν ἐστι λόφος, καὶ νέμονται κατὰ τοῦδε ἔλαφοι, καὶ τῶν ὤτων αὐτοῖς τὸ ἕτερον διέσχισται, περαιτέρω δὲ οὐ χωροῦσι τοῦ λόφου, οὐδὲ νομῆς ἐρῶσι ξένης, οὐδὲ λειμῶνας ποθοῦσιν ἑτέρους πόας χρείᾳ περιττοτέρας· ἀπόχρη δὲ ἄρα τὰ παρόντα αὐτοῖς δι᾽ ἔτους ὅλου. τί