Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/209

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

5 Οἱ ἔλαφοι τὰ κέρατα ἀποβαλόντες ἐσδύνονται παρελθόντες ἐς τὰς λόχμας, τοὺς ἐπιόντας σφίσι φυλαττόμενοι, καὶ εἰκότως· ἔρημοι γὰρ τῶν ἀμυντηρίων ὄντες ἀφῃρῆσθαι καὶ τὴν ἀλκὴν πεπιστεύκασιν ἐν τῷ τέως. λέγονται δὲ καὶ φυλάττεσθαι μή ποτε ἄρα νεαροῖς οὖσιν αὐτῶν τοῖς στελέχεσιν εἶτα προσπίπτουσα ἡ ἀκτὶς πρὶν ἢ παγῆναι καὶ τοὺς καλουμένους χόνδρους λαβεῖν ἣ δὲ τὴν σάρκα ὑποσήψῃ.

6 Οἱ παριόντες ἐς πόλεμον ἵπποι ὑπόπτους ἔχουσι καὶ τάφρων πηδήσεις καὶ ἅλλεσθαι βόθρον καὶ διαβῆναι σταυροὺς καὶ σκόλοπας καὶ τὰ τοιαῦτα. πάρεστι δὲ καὶ Ὁμήρου λέγοντος ἀκούειν ὑπὲρ τῶν τοιούτων

ὥς Ἕκτωρ ἀν᾽ ὅμιλον ἰὼν ἐλλίσσεθ᾽ ἐταίρους,
τάφρον ἐποτρύνων διαβήμεναι. οὐδέ οἱ ἵπποι
τόλμων ὠκύποδες, μάλα δὲ χρεμέτιζον ἐπ᾽ ἄκρῳ
χείλει ἐφεσταότες· ἀπὸ γὰρ δειδίσσετο τάφρος
εὐρεἶ, οὔτ᾽ ἄρ᾽ ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι
ῥηιδίη.

7 Ἐν τῇ Αἰγύπτῳ περὶ τὴν λίμνην τὴν καλουμένην Μοίριδος, ὅπου Κροκοδείλων πόλις, κορώνης τάφος δείκνυται, καὶ τὴν αἰτίαν ἐκείνην Αἰγύπτιοί φασι. τῷ βασιλεῖ τῷ τῶν Αἰγυπτίων Μ̔άρης δὲ οὗτος ἐκαλεῖτὀ ἦν κορώνης θρέμμα πάνυ ἥμερον, καὶ τῶν ἐπιστολῶν ἃς ἐβούλετό οἱ κομισθῆναί ποι θᾶττον ἐκόμιζεν αὕτη, καὶ ἦν ἀγγέλων ὠκίστη, καὶ ἀκούσασα ᾔδει ἔνθα ἰθῦναι χρὴ τὸ πτερόν, καὶ τίνα χρὴ παραδραμεῖν χῶρον, καὶ ὅπου ἥκουσαν ἀναπαύσασθαι. ἀνθ᾽ ὧν ἀποθανοῦσαν ὁ Μάρης ἐτίμησεν αὐτὴν καὶ στήλῃ καὶ τάφῳ.

8 Ἴδιον δὲ καὶ ὄνομα τῆς κατὰ τροφὴν κομιδῆς