Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/208

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τεκοῦσα, καὶ ὑφορωμένη τοὺς κρυμοὺς τὴν ἐπιδημίαν τοῦ ἦρος προσμένει, οὐδ᾽ ἂν πρὶν ἢ πληρωθῆναι τρεῖς μῆνας ἐξαγάγοι ποτὲ τὰ βρέφη. ὅταν δὲ αἴσθηται ἑαυτῆς πεπλησμένης, ὑφορωμένη τοῦτο ὡς νόσον, ζητεῖ φωλεόν. ἔνθεν τοι καὶ κέκληται τῇ ἄρκτῳ φωλεία τὸ πάθος. εἶτα ἐσέρχεται οὐ βαδίζουσα, ἀλλὰ ὑπτία, ἀφανίζουσα τοῖς θηραταῖς τὰ ἴχνη· ἑαυτὴν γὰρ ἐπισύρει κατὰ τὰ νῶτα. καὶ παρεσελθοῦσα ἡσυχάζει, καὶ τρόπον τινὰ τὴν ἕξιν ῥινᾷ, καὶ δρᾷ τετταράκοντα ἡμερῶν αὐτό. καὶ λέγει μὲν Ἀριστοτέλης ὅτι ἄρα δὶς ἑπτὰ ἡμερῶν ἀκίνητος μένει καὶ ἀτρεμεῖ, τῶν δὲ ἄλλων στρέφεται μόνον. ἄσιτος δὲ ἄρα διαμένει τῶν τετταράκοντα πασῶν καὶ ἄτροφος, ἀπόχρη δὲ αὐτῇ τὴν δεξιὰν περιλιχμᾶσθαι. ἐκ δὲ τῆς συντήξεως τῆς ἄγαν συνέπτυκται τὸ ἔντερον αὐτῇ καὶ συνῆλθεν. ὅπερ εἰδυῖα, ὅταν προέλθῃ, τοῦ καλουμένου ἄρου τοῦ ἀγρίου ἐσθίει· τὸ δὲ ἄρα φυσῶδες ὂν διίστησιν αὐτῇ τὸ ἔντερον, καὶ εὐρύνει αὐτό, καὶ ἀποφαίνει τροφῆς δεκτικόν. ὅταν δὲ αὖ πάλιν ᾖ πεπληρωμένη, μυρμήκων ἐσθίει, καὶ κενοῦται ῥᾷστα. κενώσεις μὲν δὴ φυσικαὶ τῶν ἄρκτων καὶ πληρώσεις ἐς δέον εἴρηνταί μοι μήτε ἰατρῶν μήτε συγκραμάτων, ὦ ἄνθρωποι, δεόμεναι.

4 Οἱ δράκοντες ὅταν ὀπώρας μέλλωσι γεύεσθαι, τῆς πικρίδος καλουμένης ῥοφοῦσι τὸν ὀπόν· ὀνίνησι δὲ ἄρα αὐτοὺς αὕτη πρὸς τὸ μὴ φύσης τινὸς ὑποπίμπλασθαι. μέλλοντες δέ τινα ἐλλοχᾶν ἢ ἄνθρωπον ἤ θῆρα, τὰς θανατηφόρους ῥίζας ἐσθίουσι καὶ τὰς πόας μέντοι τὰς τοιαύτας. οὐκ ἦν δὲ ἄρα οὐδὲ Ὅμηρος αὐτῶν τῆς τροφῆς ἀμαθής. λέγει γοῦν ὅπως ἄνδρα μένει περὶ τὸν φωλεὸν εἰλούμενος, προεμπλησθεὶς σιτίων πολλῶν φαρμακωδῶν καὶ κακῶν.