Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/206

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

δὲ ζῷα οὐ δεῖται τῆς ἔξωθεν ἐπιρρώσεως, ἑαυτοῖς δὲ παροξύνει τὴν ἀλκήν, καὶ ἑαυτὰ ἀνίστησι καὶ ἐγείρει. ὁ γοῦν σῦς μέλλων ἐς μάχην ἰέναι πρὸς ταῖς λείαις πέτραις τοὺς ὀδόντας ὑποθήγει. τοῦτό τοι καὶ Ὅμηρος τῷ ζῴῳ μαρτυρῶν δῆλός ἐστι. καὶ μέντοι καὶ ὁ λέων τῇ ἀλκαίᾳ ἑαυτὸν ἐπεγείρει μαστίζων, καὶ βλακεύειν καὶ ἐλινύειν οὐκ ἐπιτρέπει. καὶ τοῦτο δὲ ὁ ποιητὴς εἰδὼς ᾄδει περὶ τοῦ λέοντος. οἱ δὲ ἐλέφαντες τῇ προβοσκίδι ἑαυτοὺς παίουσιν ἐς τὸν ἀγῶνα ἐξάπτοντες, ὅταν τούτου ᾖ καιρός, καὶ οὐ δέονται τοῦ προσᾴσοντος καὶ ἐροῦντος οὐχ ἕδρας ἔργον οὐδ᾽ ἀμβολᾶς, οὐδὲ μὴν τὰ Τυρταίου μέτρα ἀναμένουσι. ταῦρος δὲ ἡγεμὼν τῆς ἀγέλης ὅταν ἡττηθῇ ἡγεμόνος ἄλλου, ἑαυτὸν ἀποκρίνει ἐς χῶρον ἕτερον, καὶ ἑαυτῷ γίνεται γυμναστής, καὶ ἀθλεῖ πᾶσαν ἄθλησιν κονιόμενος καὶ τοῖς δένδροις τὰ κέρατα προσανατρίβων καὶ τῇ τε ἄλλῃ ἑαυτὸν ἐς τὴν ἄσκησιν τῆς ἀλκῆς ῥυθμίζων καὶ οὖν καὶ ἀφροδίτης ἀπεχόμενος καὶ σωφρονῶν ὡς Ἴκκος ὁ Ταραντῖνος, ὅνπερ οὖν ὑμνεῖ Πλάτων ὁ τοῦ Ἀρίστωνος παρὰ τὸν τῆς ἀθλήσεως χρόνον πάντα συνουσίας ἀμαθῆ καὶ ἄπειρον διαμεῖναι ἁπάσης. καὶ Ἴκκῳ μὲν ὄντι ἀνθρώπῳ καὶ Ὀλυμπίων ἐρῶντι καὶ Πυθίων καὶ κλέους αἰσθανομένῳ καὶ δόξης γλιχομένῳ οὐδὲν μέγα ἦν κεκολασμένως καθεύδειν καὶ σωφρόνως· τὰ γὰρ ἆθλά οἱ κλεινὰ καὶ ἦν καὶ ἐδόκει, κότινος Ὀλυμπικὸς καὶ Ἰσθμικὴ πίτυς καὶ δάφνη Πυθική, καὶ ζῶντα μὲν περιβλέπεσθαι, ἀποθανόντα δὲ εὐφημεῖσθαι. καὶ μέντοι καὶ τὸν κιθαρῳδὸν Ἀμοιβέα ἀκούω γῆμαι μὲν ὡραιοτάτην γυναῖκα, ἀποσχέσθαι δὲ αὐτῆς παρὰ πάντα τὸν χρόνον, παρ᾽ ὃν ἀγωνιούμενος ἐς τὰ θέατρα ᾔει. Διογένης δὲ ὁ τῆς τραγῳδίας ὑποκριτὴς