Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/204

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

κεῖται νεκρὰ δή. οἳ δὲ ἄνωθεν τὴν ἐχθίστην ἰδόντες τεθνάναι νομίζουσιν αὐτήν, καὶ ὃ μάλιστα βούλονται, τοῦτο καὶ οἴονται. οὐ μὴν θαρροῦσιν ἤδη, ἀλλὰ πεῖραν καθιᾶσι, καὶ ἔστιν ἡ πεῖρα, ἕνα ἑαυτῶν τὸν δοκοῦντα ἀδεέστατον καταπέμπουσι, βασανίσοντα καὶ κατασκεψόμενον τὸ τῆς παρδάλεως πάθος. ὃ δὲ κάτεισιν οὐ παντελῶς ἀδεής, ἀλλὰ ὀλίγον καταδραμὼν εἶτα ὑπέστρεψεν, τοῦ φόβου ἀναστείλαντος αὐτόν· καὶ κατῆλθε πάλιν, καὶ πλησίον γενόμενος ἀνεχώρησε, καὶ ὑπέστρεψεν αὖθις, καὶ τὼ ὀφθαλμὼ κατεσκέψατο, καὶ τὸ πνεῦμα εἰ μεθίησιν ἐξήτασεν. ἣ δὲ ἀτρεμοῦσα καὶ μάλα ἐγκρατῶς ἐντίθησίν οἱ τὸ κατὰ μικρὰ ἀδεές. προσελθόντος δὲ καὶ παραμένοντος ἀπαθοῦς καὶ οἱ μετέωροι πίθηκοι θαρροῦσιν ἤδη, καὶ καταδραμόντες ἔκ τε ἐκείνου τοῦ δένδρου καὶ τῶν ἄλλων ὅσα πλησίον παραπέφυκεν, ἀθρόοι γενόμενοι περιέρχονταί τε καὶ περιχορεύουσιν αὐτήν. εἶτα ἐμπηδήσαντες αὐτῇ καὶ ἐπιβάντες κατεκυβίστησαν καὶ κατωρχήσαντο κέρτομόν τινα καὶ πιθήκοις πρέπουσαν ὄρχησιν, καὶ ποικίλως ἐνυβρίσαντες, ἣν ἔχουσιν ὡς ἐπὶ νεκρᾷ χαρὰν καὶ ἡδονὴν ἐμαρτύραντο. ἣ δὲ ὑπέμεινε πάντα, εἶτα ὅταν ἐννοήσῃ κεκμηκέναι ὑπό τε τῆς χορείας αὐτοὺς καὶ τῆς ὕβρεως, ἀδοκήτως ἀναπηδήσασα καὶ ἐσθοροῦσα τοὺς μὲν τοῖς ὄνυξι διέξηνε, τοὺς δὲ τοῖς ὀδοῦσι διεσπάσατο, καὶ τὴν ἐκ τῶν πολεμίων πανθοινίαν τε καὶ πανδαισίαν ἀφθονώτατα ἔχει. τλημόνως δὲ ἔχειν καὶ καρτερῶς καὶ γεννικῶς ἡ φύσις κελεύει τὴν πάρδαλιν ὑπὲρ τοῦ τῶν πολεμίων ἐνυβρισάντων περιγίνεσθαι καρτερικώτατα ἐναθλοῦσαν καὶ μὴ δεομένην εἰπεῖν τέτλαθι δὴ κραδίη. ὅ γε μὴν τοῦ Λαέρτου ἑαυτὸν ἐξεκάλυψεν ὀλίγου πρὸ τοῦ καιροῦ, τὴν ἐκ τῶν παιδισκῶν ὕβριν μὴ φέρων.