Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/200

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

γόνα φιλία, φίλα δὲ ἀλλήλοις νοοῦσι φάτται τε καὶ πέρδικες, ἀλκυόνα δὲ καὶ κηρύλον ποθοῦντε ἀλλήλω πάλαι ἴσμεν, κορώνην τε ἐρωδιῷ φίλα νοεῖν καὶ λάρον τῷ καλουμένῳ κολοιῷ καὶ ἰκτίνῳ ἅρπην. πολεμοῦσι δὲ αἰώνιον πόλεμον καὶ ἄσπονδον ὡς εἰπεῖν κορῶναί τε καὶ γλαῦκες· πολέμιοι δὲ ἄρα εἰσὶν ἰκτῖνός τε καὶ κόραξ, καὶ πυραλλὶς πρὸς τρυγόνα, καὶ βρένθος καὶ λάρος, πάλιν τε ὁ χλωρεὺς πρὸς τρυγόνα, καὶ αἰγυπιοὶ καὶ ἀετοί, καὶ κύκνοι καὶ δράκοντες, καὶ πρὸς βουβαλίδας καὶ ταύρους λέοντες. ἔχθιστα δὲ ἄρα ἐλέφας καὶ δράκων ἦν, καὶ πρὸς ἀσπίδα ὁ ἰχνεύμων, ὁ δὲ αἴγιθος τῷ ὄνῳ· ὃ μὲν γὰρ ὠγκήσατο, ῥήγνυται δὲ τῷ αἰγίθῳ τὰ ᾠά, καὶ οἱ νεοττοὶ ἐκπίπτουσιν ἀτελεῖς· ὃ δὲ τιμωρῶν τοῖς τέκνοις ἐπιπηδᾷ τῶν ὄνων τοῖς ἕλκεσι, καὶ ἐσθίει αὐτά. μισεῖ δὲ ἀλώπηξ κίρκον καὶ ταῦρος κόρακα, καὶ ὁ ἄνθος τὸν ἵππον. χρὴ δὲ εἰδέναι τὸν πεπαιδευμένον καὶ μηδὲν μάτην ἀκούοντα ὅτι καὶ δελφὶς φαλαίνῃ διάφορος, λάβρακές γε μὴν κεστρεῦσι, μύραιναι δὲ γόγγροις, καὶ ἄλλα ἄλλοις.

49 Αἱ ἄρκτοι τῶν θηρατῶν τοὺς ἐς στόμα πεσόντας καὶ τὸ πνεῦμα ἐς ἑαυτοὺς ὤσαντας ὀσφρησάμεναι ὡς νεκροὺς παραλιμπάνουσι, καὶ δοκεῖ τοῦτο τὸ ζῷον νεκρὸν βδελύττεσθαι. μισοῦσι δὲ καὶ οἱ μύες τοὺς ἐν ταῖς ἑαυτῶν διαίταις καὶ καταδρομαῖς ἀποθανόντας, καὶ μέντοι καὶ χελιδὼν ἐκβάλλει χελιδόνα νεκράν. μύρμηκες δέ, καὶ ἐκείνοις ἐκφορᾶς νεκρῶν μέλειν καὶ καθαίρειν τοὺς σφετέρους χηραμοὺς ἡ σοφωτάτη φύσις ἔδωκεν, ἐπεὶ καὶ τοῦτο ἴδιον τῶν ἀλόγων, τὰ ὁμογενῆ τε καὶ ὁμοφυᾶ τεθνεῶτα τῶν ὀφθαλμῶν ἀποφέρειν θᾶττον. λέγουσι δὲ Αἰθιόπων λόγοι αἱμυλίας τε καὶ κόμπου Ἑλληνικοῦ ἄγευστοι