Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/197

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἔχονται ὡς ἀγκύραις πάνυ ἐγκρατῶς, καὶ ἄσειστοί τε καὶ ἄκλυστοι μένουσιν· εἶτα εἰ γένοιτο ὑπεύδια, ἀπολύουσί τε ἑαυτὰς καὶ ἐλευθεροῦσι, καὶ νέουσι πάλιν, εἰδυῖαι μάθημα οὐκ εὐκαταφρόνητον, χειμῶνος φυγὴν καὶ ἐκ τῶν κινδύνων σωτηρίαν.

42 Εἴ σοι βουλομένῳ μαθεῖν ἐστι μελιττῶν ὀνόματα, οὐκ ἂν βασκήναιμι εἰπεῖν ὅσα πέπυσμαι. ἡγεμόνες καλοῦνταί τινες καὶ ἄλλαι σειρῆνες καὶ ὑδροφόροι τινὲς καὶ ἕτεραι πλάστιδες. Νίκανδρος δὲ ὑδροφορεῖν τοὺς κηφῆνάς φησι. περὶ δὲ τὴν τῶν Καππαδόκων γῆν ἄνευ κηρίων τὸ μέλι τὰς μελίττας ἐργάζεσθαί φασι, παχὺ δὲ εἶναι τοῦτο κατὰ τὸ ἔλαιον λόγος ἔχει. ἐν Τραπεζοῦντι δὲ τῇ Ποντικῇ ἐκ τῆς πύξου γίνεσθαι μέλι πέπυσμαι, βαρὺ δὲ τὴν ὀσμὴν τοῦτο εἶναι, καὶ ποιεῖν μὲν τοὺς ὑγιαίνοντας ἔκφρονας, τοὺς δὲ ἐπιλήπτους ἐς ὑγίειαν ἐπανάγειν αὖθις. ἐν Μηδίᾳ δὲ ἀποστάζειν τῶν δένδρων ἀκούω μέλι, ὡς Εὐριπίδης ἐν τῷ Κιθαιρῶνί φησιν ἐκ τῶν κλάδων γλυκείας σταγόνας ἀπορρεῖν. γίνεσθαι δὲ καὶ ἐν Θράκῃ μέλι ἐκ τῶν φυτῶν ἤκουσα. ἐν δὲ Μυκόνῳ μέλιττα οὐ γίνεται, ἀλλὰ καὶ ἔξωθεν κομισθεῖσα ἀποθνήσκει.

43 Περὶ τὸν Ὕπανιν ποταμὸν γίνεσθαι τὸ ζῷον τὸ μονήμερον οὕτω καλούμενον Ἀριστοτέλης φησί, τικτόμενον μὲν ἅμα τῷ κνέφει, ἀποθνῆσκον δὲ ἐπὶ δυσμὰς ἡλίου τρεπομένου.

44 Ἔχει δὲ τὸ δῆγμα ἡ σηπία ἰῶδες καὶ τοὺς ὀδόντας ἰσχυρῶς ὑπολανθάνοντας. ἦν δὲ ἄρα δηκτικὸν καὶ ὁ ὀσμύλος καὶ ὁ πολύπους· καὶ δάκοι μὲν ἂν οὗτος σηπίας βιαιότερον, τοῦ δὲ ἰοῦ μεθίησιν ἧττον.

45 Τὸν σῦν τὸν ἄγριόν φασι μὴ πρότερον ἐπί τινα φέρεσθαι πρὶν ἢ τοὺς χαυλιόδοντας ὑποθῆξαι· μαρτυρεῖ δὲ ἄρα καὶ Ὅμηρος τοῦτο λέγων