Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/195

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ὕπνου λέων ἐστὶν ἀγρυπνῶν ἀεί. ταύτῃ τοι καὶ ἡλίῳ ἀποκρίνειν αὐτὸν αὐτοὺς πέπυσμαι· καὶ γάρ τοι καὶ τὸν ἥλιον θεῶν ὄντα φιλοπονώτατον ἢ ἄνω τῆς γῆς ὁρᾶσθαι ἢ τὴν κάτω πορείαν ἰέναι μὴ ἡσυχάζοντα. ὅμηρόν τε μάρτυρα Αἰγύπτιοι ἐπάγονται λέγοντα ἠέλιόν τ᾽ ἀκάμαντα. ἔστι δὲ πρὸς τῇ ῥώμῃ καὶ συνετὸς ὁ λέων. ταῖς γοῦν βουσὶν ἐπιβουλεύει νύκτωρ φοιτῶν ἐς τὰ αὔλια. Ὅμηρος δὲ ἄρα ᾔδει καὶ τοῦτο λέγων

βόες ὥς
ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ.

καὶ ἐκπλήττει μὲν ὑπὸ τῆς ἀλκῆς πάσας, μίαν δὲ ἐξαρπάσας ἔδει. ὅταν δὲ ἐς κόρον ἐμπλησθῇ, βούλεται μὲν ταμιεύσασθαι καὶ ἐς αὖθις, αἰδὼς δὲ ἴσχει αὐτὸν φρουρεῖν παραμένοντα, ὡς τροφῆς χήτει λιμὸν δεδιότα. οὐκοῦν περιχανὼν ἐμπνεῖ μὲν τοῦ καθ᾽ ἑαυτὸν ἄσθματος, καὶ τούτῳ τὴν φυλακὴν ἐπιτρέπει, ἀπαλλάττεταί γε μὴν αὐτός· τὰ δὲ ἄλλα ζῷα ἥκοντα καὶ αἰσθανόμενα ὅτου λείψανόν ἐστι τὸ κείμενον, οὐ τολμᾷ προσάψασθαι, ἀλλὰ ἀπαλλάττεται δεδιότα δοκεῖν συλᾶν καὶ περικόπτειν τι τοῦ σφετέρου βασιλέως. τῷ δὲ ἄρα εἰ μὲν εὐθηρία γένοιτο καὶ εὐερμία, λήθην τοῦ πρώτου λαμβάνει καὶ ὡς ἕωλον ἀτιμάσας ἀπαλλάττεται· εἰ δὲ μή, ὡς ἐπ᾽ οἰκεῖον θησαύρισμα παραγίνεται. ὅταν δὲ ὑπερπλησθῇ, κενοῖ ἑαυτὸν ἡσυχίᾳ καὶ ἀσιτίᾳ, ἢ αὖ πάλιν πιθήκῳ περιτυχὼν καὶ τούτου φαγὼν κενοῦται τὴν γαστέρα ταῖς ἐκείνου λαπάξας σαρξίν. ἦν δὲ ἄρα δίκαιος ὁ λέων καὶ οἷος

ἄνδρ᾽ ἐπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.