Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/193

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἦσθ᾽ εἰς θεοὺς μὲν εὐσεβής, ὅτ᾽ ἦσθ᾽, ἀεί,
ξένοις τ᾽ ἐπήρκεις, οὐδ᾽ ἔκαμνες εἰς φίλους,

καὶ τὰ ἐπὶ τούτοις. οὐκοῦν καὶ ὁ κύκνος μελῳδεῖ τινα ἐπικήδειον ἑαυτῷ μοῦσαν, ἐφόδια διδοὺς τῆς ἀποδημίας ἢ θεῶν ὕμνους ἢ ἔπαινον οἰκεῖόν τινα. μαρτυρεῖ δὲ αὐτῷ καὶ ὁ Σωκράτης ὅτι ᾄδει οὐ λυπούμενος ἀλλὰ εὐθυμούμενος μᾶλλον· μηδὲ γὰρ ἄγειν σχολήν ποτε ᾠδῇ καὶ μέλει τὸν κατὰ τῆς ψυχῆς ἔχοντά τι πρόσαντες καὶ ἀλγεινόν.

Ἔχει δὲ ἄρα ὁ κύκνος οὐ μόνον πρὸς τὸν θάνατον ἀνδρείως, ἤδη δὲ καὶ πρὸς μάχας. ἀδίκων μὲν οὖν οὐκ ἄρχει, οἷα δήπου σώφρων καὶ πεπαιδευμένος ἀνήρ, τῷ δὲ ἄρξαντι οὔτε ἀφίσταται οὔτε εἴκει. οἱ μὲν οὖν ὄρνιθες οἱ λοιποί, εἰρηναῖα αὐτοῖς πρὸς αὐτοὺς καὶ ἔνσπονδά ἐστιν, ὁ δὲ ἀετὸς καὶ ἐπὶ τοῦτον ὥρμησε πολλάκις, ὡς Λ̓ριστοτέλης φησί, καὶ οὐδεπώποτε ἐκράτησεν, ἡττήθη δὲ ἀεὶ μὴ μόνον σὺν τῇ ῥώμῃ τοῦ κύκνου μαχομένου, ἀλλὰ καὶ σὺν τῇ δίκῃ ἀμυνομένου.

35 Ὁ ἐρωδιὸς τὰ ὄστρεα ἐσθίειν δεινός ἐστι, καὶ μεμυκότα αὐτὰ καταπίνει, ὥσπερ οὖν οἱ πελεκᾶνες τὰς κόγχας. καὶ ἐν τῷ καλουμένῳ πρηγορεῶνι ὑποθερμαίνων ὁ ἐρωδιὸς φυλάττει τὰ ὄστρεα· τὰ δὲ ὑπὸ τῆς ἀλέας διίσταται, καὶ ἐκεῖνος αἰσθανόμενος τὰ μὲν ὄστρακα ἀνεμεῖ, φυλάττει δὲ τὴν σάρκα, καὶ ἔχει τροφὴν ἀναλίσκων τῇ τῆς πέψεως δυνάμει τὸ ἔσω παρελθὸν ὁλόκληρον.

36 Ὄνομά ἐστιν ὄρνιθος ἀστερίας, καὶ τιθασεύεταί γε ἐν τῇ Αἰγύπτῳ, καὶ ἀνθρώπου φωνῆς ἐπαΐει. εἰ δέ τις αὐτὸν ὀνειδίζων δοῦλον εἴποι, ὃ δὲ ὀργίζεται· καὶ εἴ τις ὄκνον καλέσειεν αὐτόν, ὃ δὲ βρενθύεται