Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/191

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τοὺς τὰ πολλὰ ταύτῃ διαλανθάνουσι. θερμότατος δὲ ἄρα ὢν καὶ διαπυρώτατος τὴν φύσιν ὁ χὴν φιλόλουτρός ἐστι καὶ νήξεσι χαίρει καὶ τροφαῖς μάλιστα ταῖς ὑγροτάταις καὶ πόαις καὶ θριδακίναις καὶ τοῖς λοιποῖς, ὅσα αὐτοῖς ἔνδοθεν ψῦχος ἐργάζεται· εἰ δὲ καὶ ἐξαυαίνοιτο ὑπὸ τοῦ λιμοῦ, δάφνης φύλλον οὐκ ἂν φάγοι, οὐδ᾽ ἂν πάσαιτο ῥοδοδάφνης οὔτε ἑκὼν οὔτε ἄκων· οἶδε γὰρ ὅτι τεθνήξεται τούτων τινὸς ἐμφαγών. ἄνθρωποι δὲ ὑπ᾽ ἀσωτίας ἐπιβουλεύονται καὶ ἐς τροφὴν καὶ ἐς ποτόν. μυρίοι γοῦν καὶ πίνοντές τι κακὸν κατέπιον, ὡς Ἀλέξανδρος, καὶ ἐσθίοντες, ὡς Κλαύδιος ὁ Ῥωμαῖος καὶ Βρεττανικὸς ὁ τούτου παῖς· καὶ κατακοιμηθέντες οὐκ ἐξανέστησαν χρήσει φαρμάκου, οἳ μὲν ἑκόντες τοῦτο σπάσαντες, οἳ δὲ ἐπιβουλευθέντες.

30 Ὁ δὲ χηναλώπηξ, πέπλεκταί οἱ τὸ ὄνομα ἐκ τῶν ἑκατέρου τοῦ ζῴου ἰδίων τε καὶ συμφυῶν. ἔχει μὲν γὰρ τὸ εἶδος τὸ τοῦ χηνός, πανουργίαν δὲ δικαιότατα ἀντικρίνοιτο ἂν τῇ ἀλώπεκι. καὶ ἔστι μὲν χηνὸς βραχύτερος, ἀνδρειότερος δέ, καὶ χωρεῖν ὁμόσε δεινός. ἀμύνεται γοῦν καὶ ἀετὸν καὶ αἴλουρον καὶ τὰ λοιπά, ὅσα αὐτοῦ ἀντίπαλά ἐστιν.

31 Ἴδια δὲ ὄφεως καὶ ἐκεῖνά ἐστι. τὴν καρδίαν κεκλήρωται ἐπὶ τῇ φάρυγγι, τὴν δὲ χολὴν ἐν τοῖς ἐντέροις, πρὸς δὲ τῇ οὐρᾷ τοὺς ὄρχεις ἔχει, τὰ δὲ ᾠὰ τίκτει μακρὰ καὶ μαλακά, τὸν δὲ ἰὸν ἐν τοῖς ὀδοῦσι φέρει.

32 Ταῷ δὲ τῷ ὄρνιθι τῷ προειρημένῳ καὶ ἐκεῖνα συμφυᾶ καὶ ἴδια, ἅπερ ἐστὶ μαθεῖν ἄξια. τρία ἔτη γενόμενος κυήσεως ἄρχεται καὶ ὠδῖνα ἀπολύει καὶ τῆς τῶν πτερῶν πολυχροίας τε καὶ ὥρας τότε ἄρχεται. ἐπῳάζει δὲ οὐ κατὰ τὸ ἑξῆς, ἀλλὰ παραλιπὼν