Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/190

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

κούς. Ἀλέξανδρος δὲ ὁ Μύνδιος τὰ ἐν τῷ Πόντῳ πρόβατα πιαίνεσθαι ὑπὸ τοῦ πικροτάτου φησὶν ἀψινθίου. τὰς δὲ ἐν τῷ Μίμαντι γινομένας αἶγας ἓξ μηνῶν μὴ πίνειν, ὁρᾶν δὲ ἐς τὴν θάλατταν μόνον καὶ κεχηνέναι καὶ τὰς αὔρας τὰς ἐκεῖθεν δέχεσθαι ὁ αὐτὸς λέγει. αἶγας δὲ Ἰλλυρίδας ὁπλὴν ἀκούω ἔχειν, ἀλλ᾽ οὐ χηλήν. Θεόφραστος δὲ δαιμονιώτατα λέγει ἐν τῇ Βαβυλωνίᾳ γῇ τοὺς ἰχθῦς ἀνιόντας ἐκ τοῦ ποταμοῦ εἶτα μέντοι ἐν τῷ ξηρῷ τὰς νομὰς ποιεῖσθαι πολλάκις.

28 Ἴδιον δὲ ἄρα ὁ πορφυρίων πρὸς τῷ ζηλοτυπώτατος εἶναι καὶ ἐκεῖνο δήπου κέκτηται. φιλοίκειον αὐτὸν εἶναί φασιν καὶ τὴν συντροφίαν τῶν συννόμων ἀγαπᾶν. ἐν οἰκίᾳ γοῦν τρέφεσθαι πορφυρίωνα καὶ ἀλεκτρυόνα ἤκουσα, καὶ σιτεῖσθαι μὲν τὰ αὐτά, βαδίζειν δὲ τὰς ἴσας βαδίσεις καὶ κοινῇ κονίεσθαι. οὐκοῦν ἐκ τούτων φιλίαν τινὰ θαυμαστὴν αὐτοῖς ἐγγενέσθαι. καί ποτε ἑορτῆς ἐπιστάσης ὁ δεσπότης ἀμφοῖν τὸν ἀλεκτρυόνα καταθύσας εἱστιάθη σὺν τοῖς οἰκείοις· ὁ δὲ πορφυρίων τὸν σύννομον οὐκ ἔχων καὶ τὴν ἐρημίαν μὴ φέρων ἑαυτὸν ἀτροφίᾳ διέφθειρεν.

29 Ἐν Αἰγίῳ τῆς Ἀχαίας ὡραίου παιδός, Ὠλενίου τὸ γένος, ὄνομα Ἀμφιλόχου, ἤρα χήν. Θεόφραστος λέγει τοῦτο. σὺν τοῖς Ὠλενίων δὲ φυγάσιν ἐφρουρεῖτο ἐν Αἰγίῳ ὁ παῖς. οὐκοῦν ὁ χὴν αὐτῷ δῶρα ἔφερε. καὶ ἐν Χίῳ Γλαύκης τῆς κιθαρῳδοῦ ὡραιοτάτης οὔσης εἰ μὲν ἤρων ἄνθρωποι, μέγα οὐδέπω· ἠράσθησαν δὲ καὶ κριὸς καὶ χήν, ὡς ἀκούω, τῆς αὐτῆς.

Οἱ δὲ χῆνες διαμείβοντες τὸν Ταῦρον τὸ ὄρος δεδοίκασι τοὺς ἀετούς, καὶ ἕκαστός γε αὐτῶν λίθον ἐνδακόντες, ἵνα μὴ κλάζωσιν, ὥσπερ οὖν ἐμβαλόντες σφίσι στόμιον, διαπέτονται σιωπῶντες, καὶ τοὺς ἀε-