Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/187

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

χεν ἔχειν, ὡς οἱ δεινοὶ τὰ τοιαῦτα ὁμολογοῦσιν ἡμῖν καὶ διδάσκουσιν.

21 Ὁ ταῶς οἶδεν ὀρνίθων ὡραιότατος ὤν, καὶ ἔνθα οἱ τὸ κάλλος κάθηται, καὶ τοῦτο οἶδε, καὶ ἐπ᾽ αὐτῷ κομᾷ καὶ σοβαρός ἐστι, καὶ θαρρεῖ τοῖς πτεροῖς, ἅπερ οὖν αὐτῷ καὶ κόσμον περιτίθησι, καὶ πρὸς τοὺς ἔξωθεν φόβον ἀποστέλλει, καὶ ἐν ὥρᾳ θερείῳ σκέπην οἴκοθεν καὶ οὐκ ᾐτημένην οὐδὲ ὀθνείαν παρέχεται. ἐὰν γοῦν θελήσῃ φοβῆσαί τινα, ἐγείρας τὰ οὐραῖα εἶτα διεσείσατο καὶ ἀπέστειλεν ἦχον, καὶ ἔδεισαν οἱ παρεστῶτες, ὡς ὁπλίτου τὸν ἐκ τῶν ὅπλων πεφοβημένοι δοῦπον. ἀνατείνει δὲ τὴν κεφαλὴν καὶ ἐπινεύει σοβαρώτατα, ὥσπερ οὖν ἐπισείων τριλοφίαν. δεηθείς γε μὴν ψυχάσαι, τὰ πτερὰ ἐγείρει, καὶ ἐς τοὔμπροσθεν ἐπικλίνας συμφυᾶ σκιὰν ἀποδείκνυται τοῦ ἰδίου σώματος τὴν ἀκμὴν τὴν ἐκ τῆς ἀκτῖνος ἀποστέγων. εἰ δὲ εἴη καὶ ἄνεμος κατόπιν, ἡσυχῆ διίστησι τὰ πτερά· καὶ τὸ πνεῦμα τὸ διαρρέον αὔρας οἱ μαλακὰς καὶ ἡδίστας ἐπιπνέον ἀναψύχειν τὸν ὄρνιν δίδωσιν. ἐπαινεθεὶς δὲ αἰσθάνεται, καὶ ὥσπερ οὖν ἢ παῖς καλὸς ἢ γυνὴ ὡραία τὸ μάλιστα πλεονεκτοῦν τοῦ σώματος ἐπιδείκνυσιν, οὕτω τοι καὶ ἐκεῖνος τὰ πτερὰ ἐν κόσμῳ καὶ κατὰ στοῖχον ὀρθοῖ, καὶ ἔοικεν ἀνθηρῷ λειμῶνι ἢ γραφῇ πεποικιλμένῃ πολυχροίᾳ τῇ τῶν φαρμάκων, καὶ ἱδρὼς πρόκειται ζωγράφοις εἰκάσαι τῆς φύσεως τὸ ἴδιον. καὶ ὅπως ἔχει τῆς ἐς τὴν ἐπίδειξιν ἀφθονίας παρίστησιν· ἐᾷ γὰρ ἐμπλησθῆναι τῆς θέας τοὺς παρεστῶτας, καὶ ἑαυτὸν περιάγει δεικνὺς φιλοπόνως τὸ τῆς πτερώσεως πολύμορφον, ὑπὲρ τὴν τῶν Μήδων ἐσθῆτα καὶ τὰ τῶν Περσῶν ποικίλματα τὴν ἑαυτοῦ στολὴν ἀποδεικνύμενος ἐκεῖνός γε σοβαρώτατα. λέγεται δὲ ἐκ βαρ-