Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/185

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

Ἐν Λάτμῳ δὲ τῆς Καρίας ἀκούω σκορπίους εἶναι, οἵπερ οὖν τοὺς μὲν πολίτας σφίσι παίουσιν ἐς θάνατον, τοὺς δὲ ξένους ἡσυχῆ καὶ ὅσον παρασχεῖν ὀδαξησμόν, ἐμοὶ δοκεῖν τοῦ Ξενίου Διὸς τοῖς ἀφικνουμένοις τὸ δῶρον τοῦτο ἀποκρίναντος.

15 Βασιλεύονται δὲ ἄρα καὶ σφῆκες, ἀλλ᾽ οὐ τυραννοῦνται ὡς ἄνθρωποι. καὶ τὸ μαρτύριον, ἄκεντροι καὶ οἵδε εἰσί. καὶ οἱ μὲν ὑπήκοοι τὰ ἔργα πλάττειν αὐτοῖς νόμον ἔχουσιν, οἱ δὲ ἄρχοντές εἰσι διπλάσιοι μὲν τὸ μέγεθος, πρᾶοι δὲ καὶ οἷοι μήτε ἑκόντες λυπεῖν ἔχειν μήτε ἄκοντες. τίς οὖν οὐκ ἂν μισήσειε Διονυσίους τοὺς ἐν Σικελίᾳ καὶ Κλέαρχον τὸν ἐν Ἡρακλείᾳ καὶ Ἀπολλόδωρον τὸν Κασανδρέων λευστῆρα καὶ τὸν Λακεδαιμονίων λυμεῶνα τὸν Νάβιν, εἴγε οἳ μὲν ἐθάρρουν τῷ ξίφει, τῷ δὲ ἀκέντρῳ καὶ τῇ πραότητι οἱ τῶν σφηκῶν βασιλεῖς;

16 Λέγονται δὲ οἱ τῶν σφηκῶν κεκεντρωμένοι καὶ ἐκεῖνο δρᾶν. ὅταν θεάσωνται νεκρὰν ἔχιδναν, οἳ δὲ ἐμπίπτουσι καὶ φαρμάττουσι τὸ κέντρον. ὅθεν μοι δοκοῦσι μαθεῖν καὶ οἱ ἄνθρωποι μάθημα, καὶ τοῦτο οὐκ ἀγαθόν. καὶ μέντοι καὶ μαρτυρεῖ ἐν Ὀδυσσείᾳ Ὅμηρος λέγων

φάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴη
ἰοὺς χρίεσθαι χαλκήρεας,

ἢ καὶ νὴ Δία εἴ τι δεῖ τῷ περὶ Ἡρακλέους λόγῳ προσέχειν, ὡς ἐκεῖνος ἔβαψε τῷ τῆς ὕδρας ἰῷ τοὺς οἰστούς, οὕτω τοι καὶ ἐκεῖνοι τῇ βαφῇ τὰ κέντρα ὑποθήγουσιν.

17 Ἔστω δὲ καὶ τῇ μυίᾳ παρ᾽ ἡμῶν γέρας μὴ ἀμοιρῆσαι τῆς μνήμης τῆς ἐνταῦθα· φύσεως γάρ τοι καὶ ἐκείνη πλάσμα ἐστίν. αἱ μυῖαι αἱ Πισάτιδες κατὰ