Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/184

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἠμύναντο, καὶ δίκας ἀπῄτησαν ὑπὲρ ὧν ἐσυλήθησαν οὐδαμῶς μεμπτάς.

12 Καὶ τοῦτο δὲ φιλεργίας τῆς τῶν μελιττῶν μαρτύριον. ἐν γοῦν τοῖς χειμεριωτάτοις τῶν χωρίων μετὰ Πλειάδων δυσμὰς ἐς ἰσημερίαν ἠρινὴν διατελοῦσιν οἰκουροῦσαί τε καὶ ἔνδον ἀτρεμοῦσαι ἀλέας πόθῳ καὶ φυγῇ ῥίγους αἱ μέλιτται· τὸν δὲ ἄλλον χρόνον τοῦ ἔτους πάντα ἀργίαν τε καὶ ἡσυχίαν μισοῦσι, καὶ καμεῖν εἰσιν ἀγαθαί. καὶ οὐκ ἄν ποτε ἴδοις βλακεύουσαν μέλιτταν τῆς ὥρας ἐκείνης ἔξω ἐν ᾗ μαλκίει τὰ μέλη.

13 Γεωμετρίαν δὲ καὶ κάλλη σχημάτων καὶ ὡραίας πλάσεις αὐτῶν ἄνευ τέχνης τε καὶ κανόνων καὶ τοῦ καλουμένου ὑπὸ τῶν σοφῶν διαβήτου ἀποδείκνυνται αἱ μέλιτται. ὅταν δὲ ἐπιγονὴ ᾖ καὶ εὐθενῇ ταῖς μελίτταις τὸ σμῆνος, ἐκπέμπουσιν ὥσπερ οὖν αἱ μέγισταί τε καὶ πολυανδρούμεναι τῶν πόλεων. οἶδε δὲ ἄρα ἡ μέλιττα καὶ ὑετοῦ ἀπειλοῦντος ἐπιδημίαν καὶ σκληρὸν πνεῦμα ἐσόμενον. εἰ δὲ αὐτῇ παρὰ δόξαν γένοιτο τὸ τοῦ πνεύματος, ὄψει φέρουσαν λίθον ἑκάστην ἄκροις τοῖς ποσὶν ἕρμα εἶναι. ὅπερ δὲ ὁ θεῖος Πλάτων περὶ τῶν τεττίγων λέγει καὶ τῆς ἐκείνων φιλῳδίας τε καὶ φιλομουσίας, τοῦτ᾽ ἂν καὶ περὶ τοῦ τῶν μελιττῶν χοροῦ εἴποι τις. ὅταν γοῦν σκιρτήσωσιν ἢ πλανηθῶσιν, ἐνταῦθα οἱ σμηνουργοὶ κροτοῦσι κρότον τινὰ ἐμμελῆ τε καὶ συμμελῆ· αἳ δὲ ὡς ὑπὸ Σειρῆνος ἕλκονται, καὶ μέντοι καὶ ὑποστρέφουσιν ἐς ἤθη τὰ οἰκεῖα αὖθις.

14 Ἐν τῇ Γυάρῳ τῇ νήσῳ Ἀριστοτέλης λέγει μῦς εἶναι καὶ μέντοι καὶ τὴν γῆν σιτεῖσθαι τὴν σιδηρῖτιν. Ἀμύντας δὲ καὶ τοὺς ἐν Τερηδόνι ῾γῆς δέ ἐστιν αὕτη τῆς Βαβυλωνίασ᾽ τὴν αὐτὴν προσφέρεσθαι λέγει.