Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/183

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

νει ὡς πολέμιον ἀνήκεστα δράσαντα. οἶδε δὲ καὶ τὸν ἐλθόντα ἐξ ἀκολάστου ὁμιλίας, καὶ διώκει καὶ ἐκεῖνον οἷα δήπου ἔχθιστον. καὶ ἀνδρείας δὲ εὖ ἥκουσι καὶ ἄτρεπτοί εἰσιν. οὐδὲ ἓν γοῦν ζῷον ἀποδιδράσκουσιν, οὐδὲ μὴν κάκῃ εἴκουσι, χωροῦσι δὲ ὁμόσε. καὶ πρὸς μὲν τοὺς μὴ ἐνοχλοῦντας μηδὲ ἄρχοντας ἀδίκων μηδὲ τῷ σμήνει προσιόντας κακούργως καὶ σὺν ἐπιβουλῇ εἰρηναῖα αὐταῖς καὶ ἔνσπονδά ἐστι, πόλεμος δὲ ἀκήρυκτος τὸ ᾀδόμενον τοῦτο ἐπὶ τοὺς λυποῦντας ἐξάπτεται, καὶ ὅστις ἥκει κεραΐσων τὸ μέλι αὐταῖς, ἐς τοὺς ἐχθροὺς ἠρίθμηται οὗτος. παίουσι δὲ καὶ τοὺς σφῆκας κακῶς. λέγει δὲ Ἀριστοτέλης ὅτι καὶ ἱππεῖ ποτε ἐντυχοῦσαι πρὸς τῷ σμήνει ἀπέκτειναν αὐτὸν ἐπιθέμεναι κατὰ τὸ καρτερὸν αἱ μέλιτται αὐτῷ ἵππῳ. ἤδη μέντοι καὶ πρὸς ἀλλήλας διαφέρονται, καὶ αἱ δυνατώτεραι κρατοῦσι τῶν ἡττόνων. κρατοῦσι δὲ ὡς ἀκούω αὐτῶν οἵ τε φρῦνοι καὶ οἱ ἐκ τῶν τελμάτων βάτραχοι οἵ τε μέροπες καὶ αἱ χελιδόνες, πολλάκις γε μὴν καὶ οἱ σφῆκες. ὅστις δὲ τούτων ἐκράτησε, Καδμείαν ὥς γε εἰπεῖν τὴν νίκην ἐνίκησε· παιόμενοι γὰρ καὶ κεντούμενοι κακῶς ἀπαλλάττουσιν· εἰσὶ γὰρ οὐ μεῖον τῷ θυμῷ ἢ τοῖς κέντροις ὡπλισμέναι. οὐκ ἀμοιροῦσι δὲ οὐδὲ τῆς ἐς τὸ προμηθὲς σοφίας, καὶ Ἀριστοτέλης τεκμηριοῖ ὃ λέγω. ἔστι δὲ τοιοῦτον. ἐλθοῦσαι μέλιτται ἐπί τι σμῆνος οὐκ οἰκεῖον ἀλλὰ ἕτερον, εἶτα τὸ μηδέν σφισι προσῆκον ἐκεράιζον μέλι. αἳ δὲ καίτοι συλώμεναι τὸν σφέτερον πόνον, ὅμως ἐνεκαρτέρουν ἡσυχῆ ἀτρεμοῦσαι, εἶτα μέντοι τὸ μέλλον ἐγκρατῶς ἐκαραδόκουν. ἐπεὶ δὲ ὁ μελιττουργὸς τὰς πολλὰς τῶν ἐχθρῶν ἀπέκτεινεν, αἱ ἔνδον καταγνοῦσαι ὅτι ἄρα δύνανται ἀξιόπιστοι εἶναι πρὸς τὴν μάχην τὴν ἰσοπαλῆ, προελθοῦσαι κᾆτ᾽