Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/170

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

δὲ ἔχει ταῦτα μηκίστους, καὶ προσάψασθαι μαλακά ἐστι. φύεται δὲ ἄρα ἐπὶ τῶν δένδρων τῶν φερόντων τὸ ἤλεκτρον, καὶ σιτεῖται τὸν τῶν φυτῶν καρπὸν τῶνδε. θηρῶσι δὲ αὐτὰ οἱ Ἰνδοὶ καὶ ἀποθλίβουσι, καὶ ἐξ αὐτῶν βάπτουσι τάς τε φοινικίδας καὶ τοὺς ὑπ᾽ αὐταῖς χιτῶνας καὶ πᾶν ὅ τι ἂν ἐθέλωσιν ἄλλο ἐς τήνδε τὴν χρόαν ἐκτρέψαι τε καὶ χρῶσαι. κομίζεται δὲ ἄρα ἡ τοιάδε ἐσθὴς καὶ τῷ τῶν Περσῶν βασιλεῖ. καὶ τό γε εὐειδὲς τῆς ἐσθῆτος δοκεῖ τοῖς Πέρσαις θαυμαστόν, ἀντικρινομένη δὲ ταῖς Περσῶν ἐπιχωρίοις κρατεῖ κατὰ πολὺ καὶ ἐκπλήττει, ὥς φησι Κτησίας· ἐπεὶ καὶ τῶν ᾀδομένων Σαρδιανικῶν ὀξυτέρα τέ ἐστι καὶ τηλαυγεστέρα.

Γίνονται δὲ ἐνταῦθα τῆς Ἰνδικῆς, ἔνθα οἱ κάνθαροι, καὶ οἱ καλούμενοι κυνοκέφαλοι, οἷς τὸ ὄνομα ἔδωκεν ἡ τοῦ σώματος ὄψις τε καὶ φύσις· τὰ δὲ ἄλλα ἀνθρώπων ἔχουσι, καὶ ἠμφιεσμένοι βαδίζουσι δορὰς θηρίων. καί εἰσι δίκαιοι, καὶ ἀνθρώπων λυποῦσιν οὐδένα, καὶ φθέγγονται μὲν οὐδὲ ἕν, ὠρύονται δέ, τῆς γε μὴν Ἰνδῶν φωνῆς ἐπαΐουσι. τροφὴ δὲ αὐτοῖς τῶν ζῴων τὰ ἄγρια· αἱροῦσι δὲ αὐτὰ ῥᾷστα, καὶ γάρ εἰσιν ὤκιστοι, καὶ ἀποκτείνουσι καταλαβόντες, καὶ ὀπτῶσιν οὐ πυρί, ἀλλὰ πρὸς τὴν εἵλην τὴν τοῦ ἡλίου ἐς μοίρας διαξήναντες. τρέφουσι δὲ καὶ αἶγας καὶ οἶς. καὶ σῖτον μὲν ποιοῦνται τὰ ἄγρια, πίνουσι δὲ τὸ ἐκ τῶν θρεμμάτων γάλα ὧν τρέφουσι. μνήμην δὲ αὐτῶν ἐν τοῖς ἀλόγοις ἐποιησάμην, καὶ εἰκότως· ἔναρθρον γὰρ καὶ εὔσημον καὶ ἀνθρωπίνην φωνὴν οὐκ ἔχουσιν.

47 Χλωρὶς ὄνομα ὄρνιθος, ἥπερ οὖν οὐκ ἂν ἀλλαχόθεν ποιήσαιτο τὴν καλιὰν ἢ ἐκ τοῦ λεγομένου συμφύτου· ἔστι δὲ ῥίζα τὸ σύμφυτον εὑρεθῆναί τε καὶ